Original
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:52.34
Πάνθʼ ὅσα τοὺς ἀρχομένους καὶ φρονεῖν καὶ πράττειν βούλει, καὶ λέγε καὶ ποίει. οὕτω γὰρ ἂν μᾶλλον παιδεύσειας αὐτοὺς ἢ ταῖς ἐκ τῶν νόμων τιμωρίαις δειματώσειας· τὸ μὲν γὰρ ζῆλον τὸ δὲ φόβον ἔχει, καὶ ῥᾷόν τις μιμεῖται τὰ κρείττω, ὁρῶν ἔργῳ γιγνόμενα, ἢ φυλάττεται τὰ χείρω, ἀκούων λόγῳ κεκωλυμένα. καὶ αὐτὸς μὲν ἀκριβῶς πάντα πρᾶττε, μηδεμίαν συγγνώμην σεαυτῷ νέμων, ὥστε καὶ εὖ εἰδὼς ὅτι παραχρῆμα πάντες καὶ ὅσα ἂν εἴπῃς καὶ ὅσα ἂν ποιήσῃς μαθήσονται. καθάπερ γὰρ ἐν ἑνί τινι τῆς ὅλης οἰκουμένης θεάτρῳ ζήσῃ, καὶ οὐχ οἷόν τέ σοι ἔσται οὐδὲ βραχύτατον ἁμαρτόντι διαλαθεῖν· οὔτε γὰρ κατὰ μόνας ποτὲ ἀλλὰ καὶ μετὰ συχνῶν ἀεί τι πράξεις, καὶ πολυπραγμονοῦσί πως τὰ ὑπὸ τῶν ἀρχόντων γιγνόμενα καὶ οἱ λοιποὶ πάντες ἥδιστα, ὥστʼ ἂν ἅπαξ καταμάθωσί σε ἄλλα μὲν αὐτοῖς προαγορεύοντα ἄλλα δὲ αὐτὸν ποιοῦντα, οὐ τὰς ἀπειλάς σου φοβηθήσονται ἀλλὰ τὰ ἔργα μιμήσονται. τὸν δὲ δὴ τῶν ἄλλων βίον ἐπισκόπει μέν, μὴ μέντοι καὶ χαλεπῶς ἐξέταζε, ἀλλʼ ὅσα μὲν ἂν ὑφʼ ἑτέρων τινῶν ἐσάγηται, κρῖνε, ὅσα δʼ ἂν ὑπὸ μηδενὸς αἰτιάζηται, μηδὲ προσποιοῦ εἰδέναι, ἔξω τῶν ἐς τὸ δημόσιον πλημμελουμένων. ταῦτα μὲν γὰρ τῆς προσηκούσης ἐπιστροφῆς, κἂν μηδεὶς ἐγκαλῇ, τυγχάνειν ὀφείλει· τὰ δὲ ἄλλα τὰ ἰδιωτικὰ ἴσθι μέν, ἵνα μὴ καὶ σφαλῇς ποτε ἀνεπιτηδείῳ τινὶ ὑπηρέτῃ πρός τι χρησάμενος, μὴ μέντοι καὶ ἐξέλεγχε. πολλὰ γὰρ ἡ φύσις καὶ παρὰ τὸν νόμον πολλοὺς ἁμαρτάνειν ἐξάγει, οἷς ἂν μὲν ἀκριβῶς τις ἐπεξίῃ, ἤ τινα ἢ οὐδένα ἂν αὐτῶν ἀτιμώρητον καταλίποι, ἂν δʼ ἀνθρωπίνως τὸ ἐπιεικὲς τῷ νενομισμένῳ παραμιγνύῃ, τάχʼ ἂν καὶ σωφρονίσειεν αὐτούς. ὁ μὲν γὰρ νόμος, καίτοι ἰσχυρὰ τὰ κολάσματα ἀναγκαίως ποιούμενος, οὐ δύναται τῆς φύσεως ἀεὶ κρατεῖν· τῶν δʼ ἀνθρώπων τινὲς λανθάνειν μὲν δόξαντες ἢ καὶ μετρίως πως νουθετηθέντες ἀμείνους γίγνονται, οἱ μὲν αἰσχυνόμενοι ἐλεγχθῆναι οἱ δὲ αἰδούμενοι πάλιν σφαλῆναι, φανερωθέντες δὲ καὶ ἀπερυθριάσαντες ἢ καὶ πέρα τοῦ μετρίου κολασθέντες τά τε νενομισμένα πάντα συγχέουσι καὶ καταπατοῦσι, καὶ μόναις ταῖς τῆς φύσεως ὁρμαῖς δουλεύουσι. κἀκ τούτου οὔτε τὸ πάντας αὐτοὺς κολάζειν ῥᾴδιον, οὔτε τὸ περιορᾶν φανερῶς τινας ἀσελγαίνοντας εὐπρεπὲς γίγνεται. τὰ μὲν δὴ οὖν ἁμαρτήματα τῶν ἀνθρώπων τοῦτόν σοι τὸν τρόπον, πλὴν τῶν πάνυ ἀνηκέστων, μεταχειρίζεσθαι παραινῶ, τὰ δʼ ὀρθῶς ὑπʼ αὐτῶν γιγνόμενα καὶ ὑπὲρ τὴν ἀξίαν τῶν ἔργων τιμᾶν· οὕτω γὰρ ἂν μάλιστα ποιήσειας αὐτοὺς τῶν τε χειρόνων ἀπέχεσθαι, τῇ φιλανθρωπίᾳ, καὶ τῶν βελτιόνων ἐφίεσθαι, τῇ μεγαλοδωρίᾳ. μὴ γάρ τοι καταδείσῃς μήθʼ ὅτι ἐπιλείψει σέ ποτε ἢ χρήματα ἢ τἆλλα οἷς τοὺς ἀγαθόν τι ποιοῦντας ἀμείψῃ (πολὺ γὰρ μᾶλλον ἔγωγε ἐλάττους αὐτῶν τοὺς εὖ τι παθεῖν ἀξίους οἶμαι γενήσεσθαι, τοσαύτης σοῦ καὶ γῆς καὶ θαλάττης ἄρχοντοσʼ, μήθʼ ὅτι τινὲς εὐεργετηθέντες ἀχαρίστως τι πράξουσιν· οὐδὲν γὰρ οὕτω καὶ δουλοῖ καὶ οἰκειοῦταί τινα, κἂν ἀλλότριος κἂν ἐχθρὸς ὢν τύχῃ, ὡς τὸ μήτʼ ἀδικεῖσθαι καὶ προσέτι καὶ εὖ πάσχειν.
Edition note
timwri/ais flor., om. wM.
Edition note
seautw=| flor. B, e(autw=| *wM flor. A.
Edition note
fobhqh/sontai *wM, fobh/sontai flor.
Edition note
kri=ne R. Steph., kri/nai *wM.
Edition note
mh\ kai\ M, kai\ mh\ V.