{"what":"machine-readable delivery copy of a magalia.wiki critical edition (archival master: TEI/EpiDoc; do not edit — regenerated by script)","source":{"title":"Antigonus I to Teos: the synoecism with Lebedus (the grain fund and the laws of Cos)","id":"welles-teos-lebedus","languages":["grc","en"],"editions":["W. Dittenberger, Sylloge Inscriptionum Graecarum³ (ed. F. Hiller von Gaertringen), no. 344 (= SIG² 177; the base text followed here).","C. B. Welles, Royal Correspondence in the Hellenistic Period (New Haven 1934), nos. 3–4 (text, translation, commentary; the witness).","P. Le Bas & W. H. Waddington, Voyage archéologique III (Paris 1870), no. 86 (the copy and squeeze; the stone lost by 1898).","C. Michel, Recueil d'inscriptions grecques (Brussels 1900), no. 34; F. Schroeter, De Regum Hellenisticorum Epistulis (1932), 3/4.","Pleiades 550913","magalia.wiki edition"],"master":"welles-teos-lebedus_epidoc.xml","edition_page":"/matrix-hub/governance/welles-teos-lebedus.html"},"base_text":"[] ΝΤΕΠΕ []\n[---][ὅστις δ’ ἂν] εἰς τὸ Πανιώνιον ἀποστέ[λληται, ὠιό]μεθα δεῖν [πρᾶξαι πάντα τὰ]\n[κο]ινὰ τὸν ἴσον χρόνον, σκηνοῦν δὲ τοῦτον καὶ πανηγυράζειν μετὰ τῶν παρ’ [ὑμῶν ἀπεσταλμέ]\nνων καὶ καλεῖσθαι Τήϊον. ὠιόμεθα δὲ δεῖν καὶ οἰκόπεδον ἑκάστωι τῶν Λ[εβεδίων δοθῆναι]\nπαρ’ ὑμῖν ἴσον ὧι ἂν καταλίπηι ἐν Λεβέδωι. ἕως δ’ ἂν οἰκοδομήσωνται, [ἅπασι δοθῆναι]\n[ο]ἰκίας τοῖς Λεβεδίοις ἀμισθί, ἐὰν μὲν διαμένηι ἡ ὑπάρχουσα πόλις, τὸ τ[ρίτον μέρος τῶν]\nὑ̣π̣αρχουσῶν οἰκιῶν, ἐὰν δὲ δεῖ κατασκάπτειν τὴν ὑπάρχουσαν πόλιν, [καταλειφθῆναι]\n[μὲ]ν τῶν ὑπαρχουσῶν τὰς ἡμισείας, τούτων δὲ τὸ τρίτον μέρος δοθῆ[ναι τοῖς Λεβεδίοις, τὰ]\n[δ]ὲ δύο μέρη ἔχειν ὑμᾶς· ἐὰν δὲ μέρος τι τῆς πόλεως κατασκάπτηται, [καὶ ἱκαναὶ ὦσιν αἱ κατα]\nλειπόμεναι δέξασθαι καὶ ὑμᾶς καὶ τοὺς Λεβεδίους, δοθῆναι τοῖς Λεβ[εδίοις τούτων τὸ]\n[τρ]ίτον μέρος· ἐὰν δὲ αἱ καταλειπόμεναι μὴ ἱκαναὶ ὦσι δέξασθαι ὑμᾶς [τε καὶ τοὺς Λεβεδίους, οἰ]\n[κί]ας καταλειφθῆναι τῶν μελλουσῶν κατασκάπτεσθαι τὰς ἱκανά[ς, ὅταν δὲ συντελεσθῶσιν]\n[ἱκ]αναὶ οἰκίαι ἐν τῆι [κ]ατασκευαζομένη πόλει, κατασκάψαι τὰς οἰκίας τὰ[ς καταλειπομένας, ὅ]\n[σαι] ἂν ἔξω πίπτω̣σ̣ι τῆς περιβαλλομένης πόλεως. οἰκοδομ[εῖν δὲ τοὺς Λεβεδίους]\n[πάν]τας τὰ οἰκόπεδα ἐ[ν] ἔτεσιν τρισίν· εἰ δὲ μή, δημόσια εἶναι τὰ [οἰκόπεδα. ὠιόμεθα δὲ]\nδεῖν καὶ τὰστέγας τῶν οἰκιῶν ἀποδοθῆναι τοῖς Λεβεδίοις, [ὅπως τάχιστα κατασκευά]\n[ζω]νται αἱ οἰκίαι, [ἐν ἔτε]σιν τέσσαρσιν πρὸς μέρος ἑκάστου ἐνι[αυτοῦ. ὠιόμεθα]\n[δὲ] δεῖν καὶ τόπον ἀποδειχθῆναι τοῖς Λεβεδίοις οὗ θάψουσι το[ὺς νεκρούς. ὅσα δὲ εἰς τόκους]\n[ὀ]φεί[λ]ει ἡ Λεβεδίων πόλις, ταῦτα διορθωθῆναι ἐκ τῶν κοιν[ῶν προσόδων κατ’ ἐνιαυτόν.]\n[τὰ] δὲ δάνεια ταῦτα εἰς τὴν ὑμετέραν πόλιν, ὅπως οἱ Λεβ[έδιοι ὤφειλον, παραλαβεῖν.]\nκαὶ ὅσοι δὲ πρόξενοί εἰσι τῆς Λεβεδίων πόλεως ἢ εὐεργέτ[αι ἢ πολιτεί]\n[αν] ἢ ἄλλην τινὰ δωρεὰν ἢ τιμὴν ἔχουσιν παρὰ τῶν Λεβεδίων, τ[ὰ αὐτὰ ἔχειν καὶ παρ’]\n[ὑ]μῖν, καὶ ἀναγραφῆναι τούτους ὅπου καὶ οἱ ὑμέτεροι πρόξεν[ο]ι [καὶ εὐεργέται εἰσὶν ἀνα]\n[γε]γραμμένοι, ἐν ἐνιαυτῶι. τὰ δὲ ἐγκλήματα καὶ τὰ συμβόλαια [τὰ ὑπάρχοντα ἑκα]\n[τέ]ροις, αὐτοὺς πρὸς αὑτοὺς διαλυθῆναι ἢ διακριθῆναι κ[ατὰ τοὺς ἑκατέρων]\n[ν]όμους καὶ τὸ παρ’ ἡμῶν διάγραμμα ἐν δυσὶν ἔτεσι ἀφ’ οὗ ἂ[ν τὸ διάγραμμα ? προ]\n[τ]εθῆι. ὅσα δέ ἐστιν [ὑμῖν] πρὸς τοὺς Λεβεδίους ἢ τοῖς Λεβεδίοις π[ρὸς ὑμᾶς, ποεῖν ἀμφοτέ]\n[ρ]ους συνθήκην, γράψασθαι δὲ τὴν συνθήκην, καὶ ἄν τι ἀντιλ[έγηται πρὸς τὴν]\n[σ]υνθήκην, ἐπικριθῆναι ἐν τῆι ἐκκλήτωι [ἐν] ἑξαμήνωι· ἔκκλητον [δὲ πόλιν γενέσθαι, κα]\n[θὰ] ἀμφότεροι συνωμολόγησαν, Μιτυλήνην. τὰ μὲν οὖν ἄλλα ὑπ[ολαμβάνομεν ἐπὶ τοιούτοις]\n[γ]ράφειν τοὺς συνθηκογράφους οἷς ἂν ποτε γινώσκωσιν· ἐπεὶ [δὲ τοσαῦτα τὸ πλῆθος ἀ]\nκ̣ούομεν εἶναι τὰ συναλλάγματα καὶ τὰ ἐγκλήματα ὥστε, ἂν τῶι [νόμωι διακριθῆι διὰ παν]\nτὸς τοῦ χρόνου, μηθένα ἂν δύνασθαι ὑπομεῖναι — καὶ γὰρ ἕως το[ῦδε οὐ δοκεῖ προκοπὴν εἰ]\nληφέναι ταῦτα ἄπερ οὐδὲ αἱ συν[θῆκ]αι συντετελέσθαι διὰ τὸ ἐ[κ πολλοῦ ἀδίκαστα]\nεἶναι ὑμῖν τὰ συναλλάγματα — καὶ ἂν προστιθῶνται οἱ τόκοι πα[ρ’ ἕκαστον ἔτος, μηθενὶ]\n[δ]υνατὸν εἶναι ἀποτεῖσαι. οἰόμεθα δὲ δεῖν, ἃμ μὲν ἑκόντες ἀπο[τείσωσιν οἱ ὀφεί]\n[λο]ντες, γράφειν τοὺς συνθηκογράφους μὴ πλεῖον διπλασίου ἀποδ[οῦναι τοῦ χρέους·]\nἂν δὲ εἰς δίκην ἐλθ[ό]ντες ὀφείλωσι, τριπλάσιον. ὅταν δὲ ἡ συνθήκ[η ἐπικυρωθῆι, γρά]\nψασθαι τὰς δίκας καὶ ἐγδικάσασθαι ἐν ἐνιαυτῶι. ὅσοι δ’ ἂν μὴ γράψων[ται ἢ ἐγδικάσων]\n[τα]ι ἐν τῶι γεγραμμένωι χρόνωι, δικῶν οὐσῶν, μηκέτι εἶναι γράψασθαι μηδ’ [ἐγδικάσασθαι. ἐὰν δέ]\n[τι]ς τῶν ὑμετέρων ἢ τῶν Λεβεδίων μὴ ἐπιδημῆι ἐν ταῖς προθεσμίαις, ἐξ[έστω τὸν ἀποδημοῦντα]\n[πρ]οσκαλέσασθαι ἀπὸ τοῦ ἀρχείου καὶ ἀπὸ τῆς οἰκίας, δηλοῦντα τῶι [ἄρχοντι ]\nη ἐναντίον κλ̣η̣τόρων δύ[ο] ἀξιό[χ]ρεων. εἰς δὲ τὸ λοιπὸν καὶ διδόναι [καὶ λαμβάνειν δίκας κατὰ νό]\nμους οὓς ἂν ὑπολαμβάνοιτε ἴσους ἀμφοτέροις εἶναι. ἀ[ποδεῖξαι δὲ ἑκατέρους]\nνομογράφους τρεῖς μὴ νεωτέρους ἐτῶν τεσσεράκοντα [ὄντας ἀνεριθεύ]\n[τ]ους· οἱ δὲ αἱρεθέντες ὀμοσάντων γράψειν νόμους οὓς ἂ[ν νομίσωσιν βελ]\nτίστους εἶναι καὶ συνοίσειν τῆι πόλει. ὅταν δὲ ὀμόσωσιν, [γραψάντων οὓς ἂν ἡγή]\n[σω]νται ἴσους ἀμφοτέροις ἔσεσθαι καὶ ἐνεγκάντων ἐντὸ[ς ἑξαμήνου· εἶναι δὲ]\n[κ]αὶ ἄλλωι τῶι βουλομένωι γράψαντι νόμον ἐσφέρειν· τῶν δὲ [εἰσενεχθέντων ὅσα]\nμὲν ἂν ἐξ ὁμολογουμένων ὁ δῆμος ἐπικυρώσηι, χρᾶσθαι τού[τοις, ὅσα δὲ ἀντιλεγό]\nμενα ἦι, ἀναπεμφθῆναι πρὸς ἡμᾶς, ὅπως ἢ αὐτοὶ ἐπικρίνωμεν [ἢ πόλιν ἀποδείξω]\n[μ]εν τὴν ἐπικρινοῦσαν· ἀναπέμψαι δὲ καὶ τοὺς συνομολογηθέν[τας νόμους, καὶ δια]\nσαφεῖν τούς τε ὑπὸ τῶν νομογράφων εἰσενεχθέντας καὶ τοὺς [ὑπ’ ἄλλων γραφέντας,]\n[ὅπω]ς ἐάν τινες φαίνωνται μὴ τὰ βέλτιστα νομογραφοῦντες ἀλλ’ [ἀνεπιτήδεια, αὐτοῖς]\nἐπιτιμῶμεν καὶ ζημιῶμεν· ταῦτα δὲ συντελέσαι ἐν ἐνιαυτῶι. [ἕως δ’ ἂν οἱ σύμπαν]\n[τε]ς νόμοι συντελεσθῶσιν, οἱ μὲν παρ’ ὑμῶν ὤιοντο δεῖν τοῖς παρ’ ὑμῖν [νόμοις χρᾶσθαι, οἱ δὲ παρὰ]\n[τ]ῶν Λεβεδίων ἠξίουν ἐξ ἑτέρας τινὸς πόλεως μεταπεμψαμένους [χρᾶσθαι· ἐπεὶ δὲ δικαι]\nότερον ὑπολαμβάνομεν εἶναι ἐξ ἄλλης πόλεως μεταπέμψασθ[αι νόμους, κελεύσαντες μὲν ἀμ]\nφοτέρους λέγειν ἐκ ποίας πόλεως βούλονται χρᾶσθαι νόμοις, συνο[μολογησάντων δὲ]\n[ἀ]μφοτέρων ὥστε τοῖς Κώιων νόμοις χρῆσθαι, ἐπικεκρίκαμεν, τοὺς [δὲ Κώιους παρεκαλέσα]\n[μ]εν πρὸς τοὺς νόμους ὅπως δῶσιν ὑμῖν ἐγγράψασθαι. οἰόμεθα δὲ [δεῖν ἀποδειχθῆ]\nναι τρεῖς ἄνδρας εὐθὺς ὅταν [ἡ] ἀπόκ[ρι]σις ἀναγνωσθῆι, καὶ ἀποστ[αλῆναι ἐς Κῶν ἐν ἡμέ]\n[ρα]ις τρισὶν ἐκγράψασθαι τοὺς νόμους, τοὺς δὲ ἀποσταλέντας ἐ[π]α[νενεγκεῖν τοὺς νό]\nμους ἐσφραγισμένους τῆι Κώιων σφραγῖδι ἐν ἡμέραις τρι[άκοντα· ἐπανενεχθέν]\n[τω]ν δὲ τῶν νόμων ἀποδεῖξαι τἀρχεῖα ὑμᾶς τε καὶ τοὺς Λεβε[δίους ἐν ἡμέραις]\nδέκα. ὅσοι δὲ κεχορηγήκασιν ἢ τετριηραρχήκασιν ἢ ἄλλην [λητουργίαν παρ’ ἑκα]\nτέροις λελητουργήκασιν, τούτους οἰόμεθα δεῖν μηκέτι τῆι [αὐτῆι λητουργίαι ἐνέχεσθαι. ἠξί]\n[ο]υν δὲ οἱ παρὰ τῶν Λεβεδίων καὶ χρόνον τινὰ αὐτοὺς ἀφεθῆναι [τῶν λητουργιῶν ἐν ὧι]\nσυνοικίζονται· ἡμεῖς δὲ οἰόμεθα δεῖν, ἃμ μὲν ὑμεῖς πάντες μέ[νητε ἐν τῆι παλ]\nαιᾶι, ἀτελεῖς εἶναι τοὺς Λεβεδίους τῶν λητουργιῶν ἔτη τρία· ἐ[ὰν δέ τινες ὑμῶν]\nμετοικίζωνται εἰς τὴν χερσόνησον, καὶ τούτους ἀτελεῖς εἶναι τὸν [αὐτὸν χρόνον, ὅσων]\n[δ’ ἂν αἱ] οἰκία[ι] μὴ μεθαιρῶνται (?), τούτους λητουργεῖν. ἔφασαν δὲ οἱ παρὰ τῶν Λ[εβεδίων δεῖν ἐς σί]\n[τ]ου παράθεσιν ἐξαιρεῖσθαι ἀπὸ τῶν προσόδων χρυσοῦς τετρακοσί[ους καὶ χιλίους,]\n[ὥσ]τε τὸμ βουλόμενον λαβόντα τὸ χρυσίον τοῦτο εἰς ὑποθήκην [εἰσάγειν σῖτον εἰς]\n[τὴ]μ πόλιν καὶ πω[λ]εῖν τὸν ἐνιαυτὸν ὁπόταν βούληται, ὅταν δὲ ὁ ἐ̣[νιαυτὸς τελευτήσηι, ἀ]\n[π]οδίδοσθαι τὸ χρυσίον τῆι πόλει αὐτὸ καὶ τοὺς τόκους ἐφ’ ο[ἷς ἂν λάβηι. ὧν ἀξιούντων ἄλλως τε συν]\nτάξαι ἡμᾶς καὶ νῦν τοῦτο γίνεσθαι, ὅπως ὑπάρχηι σί[του πλῆθος ἱκανὸν ἐν τῆι πό]\n[λ]ει — οὐ γὰρ ποεῖν ὑμᾶς ἱκανόν — ὤιοντο δεῖν καὶ οἱ παρ’ ὑ[μῶν ταὐτὸ γενέσθαι, ἠξίουν δὲ]\nκαὶ τὸ χρυσίον πλεῖον συνταχθῆναι, ἐπειδὴ ὁ συνοικ[ισμὸς συντελεῖται καὶ πλέο]\n[ν]ες γίνεσθε εἰς ταὐτὸ ἐλθ[ό]ντες. ἡμεῖς δὲ πρότερον μὲν οὐ[χ ἐβουλόμεθα μηδεμιᾶι πό]\nλει δίδοσθαι τὰ σιτηγήσια μηδὲ σίτου γίνεσθαι παράθε[σιν, οὐ θέλοντες τὰς]\n[π]όλεις εἰς ταῦτα ἀναλίσκειν χρήματα συχνὰ οὐκ ἀναγκαῖα [ὄντα, ἐβουλόμεθα δὲ]\n[ο]ὐδὲ νῦμ ποεῖν τοῦτο, πλησίον οὔσης τῆς φορολογουμέ[νης χώρας ὥστε ἐὰν χρεία]\n[γ]ίνηται σίτου, εὐχερῶς οἰόμεθα εἶναι μεταπέμπεσθαι ἐκ [ταύτης ὁπόσ]\n[ο]ν ἄν τις βούληται. ἐσπουδάζομεν δὲ ὑ̣πὲρ τούτων ταῖς [πόλεσιν βουλόμενοι συν]\n[ε]νεγκεῖν, ἐπεὶ ὅτι γε ἰδίαι ἐκ τοῦ πράγματος οὐθὲν γί[νεται ἡμῖν, γινώσκετε]\n[ὑ]μεῖς καὶ οἱ ἄλλοι πάντες, ἀλλὰ συντάσσομεν ταῦτα θε[ωροῦντες ὅπως ὧν ὀ]\n[φ]είλουσιν αἱ πόλεις ἐλεύθεραι γένωνται. νομίζον[τες γὰρ ὑμᾶς τό γε ἐφ’ ἡμῖν]\nεἶναι τἄλλα ἐλευθέρους καὶ αὐτονόμους πεποιηκέν[αι, ἐφροντίζομεν ὅπως τού]\n[τ]ων ἐπιμέλειάν τινα ποιώμεθα, ἵνα ἀποδοθῆι τὴν ταχίστ[ην. ἐπεὶ δὲ συμφέροντα φαί]\nνεται τὰ περὶ τὴν παράθεσιν τοῦ σίτου, ὥστε μηθὲν δια[λιπεῖν ὃ δίκαιον μέν, τῶι]\nδὲ δήμωι συμφέρον ἐστίν, οἰόμεθα δεῖν γίνεσθαι τὰ[ς παραθέσεις τοῦ σί]\nτου ὥσπερ οἱ πρέσβεις τῶν Λεβεδίων ἔλεγον, ὑπολαμ[βάνοντες χρυσί]\n[ο]ν δίδοσθαι εἰς ὑποθήκην τὸ πᾶν χρυσοῦς χιλίου[ς καὶ τετρακοσίους. τῶν δὲ σίτων]\nκαὶ εἰσαγωγὴν καὶ ἐξαγωγὴν πάντων ἀποδειχθῆνα[ι ἐν τῆι στοᾶι τῆς ἀγο]\nρᾶς, ὅπως ἐάν τισι μὴ λυσιτελῆι κατάγουσιν εἰς τὴν ἀ[γορὰν ἀπὸ ταύτης ποιεῖσ]\nθαι τὴν ἐξαγωγήν, ἐξουσία ἦι θεῖσιν τὰ τέλη ἐπὶ τῶν [ἐν τῆι ἀγορᾶι ἀποδει]\nχθέντων ἐξάγειν. ὅσαι δ’ ἂν κῶμαι ἢ ἐπαύλια ὦσιν ἐξ[ω τῆς πόλεως]\n[ὑμ]ῶν, νομίζομεν δεῖν προσαφορισθῆναι ἑκάστωι ἐγγρ[άψαι μὲν ὁπόσους ἂν καρ]\n[πού]ς ἐξάγειν βούληται ἀπὸ τῆς ἀγροικίας, ἐπαγγείλαν[τα δὲ τῶι ἀγορανόμωι καὶ τὰ]\n[τ]έλη διορθωσάμενον ἐξάγειν. ἠξίουν δὲ οἱ παρ’ ὑμῶν [καὶ οἱ παρὰ τῶν Λεβε]\nδίων καὶ ἄνδρας ἀποδειχθῆναι παρ’ ἑκατέρων τρεῖς, οἵτιν[ες εἴ τινα ἔτι παραλέλειπ]\nται τῶν συμφερόντων εἰς τὸν συνοικισμὸν γράψουσιν. [ἡμῖν οὖν συμφερόντως δο]\n[κε]ῖ ἔχειν ἀποδειχθῆναι τοὺς ἄνδρας ἐν ἡμέραις τριάκοντ[α ἀφ’ ἧς ἂν ἡ ἀπόκρι]\n[σ]ι̣ς ἀναγνωσθῆι. τοὺς δὲ αἱρεθέντας γράψαι τὰ παραλελε[ιμμένα ὑφ’ ἡμῶν,]\nτῶν δὲ τῶν δὲ γραφέντων τοὺς μὲν ὑπ’ ἀμφοτέρων συνομ[ολογηθέντας κυρίους εἶ]\n[ν]αι, τὰ δὲ ἀντιλεγόμενα ἀναπεμφθῆναι ἐφ’ ἡμᾶς ἐν ἄλληι διμ[ήνωι, ὅπως ἀμφοτέρων ἀ]\nκούσαντες ἐπικρίνωμεν καθᾶν ὑπολαμβάνωμεν ἀμφο[τέροις συμφέρειν.]\n[Βασ]ιλεὺς Ἀντίγονος Τηΐων τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· ἡμεῖς τὸ [πρότερον σκοποῦντες]\nὅπου τάχιστ’ ἂν συντελεσθείη ὁ συνοικισμός, οὐκ ἑωρῶμεν τὰ [ἀναγκαῖα ὑμῖν]\n[χ]ρήματα πόθεν πορισθῆι τοῦ ἔχειν Λεβεδίο[ι]ς τὰς τιμὰς τῶν οἰ[κιῶν τάχιστα ἀποδοῦ]\nναι, διὰ τὸ τὰ ἐκ τῶν προσόδων γινόμενα κατὰ χρόνους προσπορεύ[εσθαι ὑμῖν μακροτέρους· δεξάμε]\n[ν]οι δὲ τούς τε παρ’ ὑμῶν καὶ τοὺς παρὰ τῶν Λεβεδίων διαπυνθανό[μενοί τε αὐτῶν εἴ τινα ἔχουσιν ἡ]\nμῖν πόρον εἰσηγεῖσθαι, ο[ὐ φ]αμένων δὲ ἔχειν ἔξω τῶν περὶ τὰ τέλη, ἐπισ[κεψάμενοι τὰ δεδογμένα]\nαὐτοῖς εὑρίσκομεν ἀεὶ μ[όν]ον [πρ]οεισενεγκεῖν ὑμῶν τοὺς εὐπορωτά[τους· ἡμῖν οὖν καλῶς δο]\n[κ]εῖ ἔχειν, τοὺς μέν γε εὐποροῦντας εἶναι ἑξακοσίους, προεισενεγκεῖν [δὲ τούτους ]\nκατὰ τὰς οὐσίας, ὥστε γενέσθαι τὸ τέταρτον μέρος τῶν τιμῶν τάχιστ[α τοῖς Λεβεδίοις,]\nτὴν δὲ κομιδὴν γενέσθαι τοῖς προεμπορίσασιν πρώτοις ἐκ τῶν προσόδω[ν τῆς πόλεως ἔτους]\n[δ]ιεστῶτος πασῶν συντασσομένων. τοὺς μὲν ἄξοντας τοὺς τιμήσοντα[ς τὰς οἰκίας καὶ τοὺς]\n[ἐκ]γραψομένους τοὺς νόμους ἐκ Κῶ αἱρεθῆναι εὐθὺς ὅταν ἡ ἀποψήφισι[ς ? γένηται, καὶ ἀπο]\n[στ]αλῆναι ἐν ἡμέραις πέντε ἀφ’ ἧς ἂν αἱρεθῶσι[ν, κ]αὶ τοὺς μὲν ἐπὶ τοὺς νόμο[υς ἀποσταλέντας κομι]\n[σ]αμένους ἐκ Κῶ ἀνενεγκεῖν ἐν ταῖς ἡμέραις αἷς γεγράφαμεν ἐν τῆι ἀπο[κρίσει· τοὺς δὲ ἐπὶ τοὺς]\n[τι]μητὰς ἀποσταλέντας ἄγειν τοὺς τιμητὰς ὡς ἂν ἐνδέχηται τάχιστα. ο[ἰόμεθα δὲ δεῖν ]\nω ἐξαριθμηθῆναι τὰς παρ’ ὑμῖν οἰκίας ἃς δεῖ δοῦναι τοῖς Λεβεδίοις εἰς π[αροικίαν ἐν ἡμέραις]\nδεκαπέντε ἀφ’ ἧς ἂν ἡ ἀπόκρισις ἀναγνωσθῆι, τοὺς δὲ ἐξαριθμήσοντ[ας τὰς οἰκίας καὶ δώ]\n[σ]οντας τοῖς παροικιζομένοις αἱρεθῆναι ἐν τῆι πρώτηι ἐκκλησίαι παρ’ ἑκάσ[της φυλῆς.]","claims":[{"relation":"supplied","reason":"lost","line":1},{"relation":"supplied","reason":"lost","line":1},{"subject":"ὅστις δ’ ἂν","relation":"supplied","reason":"lost","line":2},{"subject":"λληται, ὠιό","relation":"supplied","reason":"lost","line":2},{"subject":"πρᾶξαι πάντα τὰ","relation":"supplied","reason":"lost","line":2},{"subject":"κο","relation":"supplied","reason":"lost","line":3},{"subject":"ὑμῶν ἀπεσταλμέ","relation":"supplied","reason":"lost","line":3},{"subject":"εβεδίων δοθῆναι","relation":"supplied","reason":"lost","line":4},{"subject":"ἅπασι δοθῆναι","relation":"supplied","reason":"lost","line":5},{"subject":"ο","relation":"supplied","reason":"lost","line":6},{"subject":"ρίτον μέρος τῶν","relation":"supplied","reason":"lost","line":6},{"subject":"ὑπ","relation":"unclear","line":7},{"subject":"καταλειφθῆναι","relation":"supplied","reason":"lost","line":7},{"subject":"μὲ","relation":"supplied","reason":"lost","line":8},{"subject":"ναι τοῖς Λεβεδίοις, τὰ","relation":"supplied","reason":"lost","line":8},{"subject":"δ","relation":"supplied","reason":"lost","line":9},{"subject":"καὶ ἱκαναὶ ὦσιν αἱ κατα","relation":"supplied","reason":"lost","line":9},{"subject":"εδίοις τούτων τὸ","relation":"supplied","reason":"lost","line":10},{"subject":"τρ","relation":"supplied","reason":"lost","line":11},{"subject":"τε καὶ τοὺς Λεβεδίους, οἰ","relation":"supplied","reason":"lost","line":11},{"subject":"κί","relation":"supplied","reason":"lost","line":12},{"subject":"ς, ὅταν δὲ συντελεσθῶσιν","relation":"supplied","reason":"lost","line":12},{"subject":"ἱκ","relation":"supplied","reason":"lost","line":13},{"subject":"κ","relation":"supplied","reason":"lost","line":13},{"subject":"ς καταλειπομένας, ὅ","relation":"supplied","reason":"lost","line":13},{"subject":"σαι","relation":"supplied","reason":"lost","line":14},{"subject":"ωσ","relation":"unclear","line":14},{"subject":"εῖν δὲ τοὺς Λεβεδίους","relation":"supplied","reason":"lost","line":14},{"subject":"πάν","relation":"supplied","reason":"lost","line":15},{"subject":"ν","relation":"supplied","reason":"lost","line":15},{"subject":"οἰκόπεδα. ὠιόμεθα δὲ","relation":"supplied","reason":"lost","line":15},{"subject":"ὅπως τάχιστα κατασκευά","relation":"supplied","reason":"lost","line":16},{"subject":"ζω","relation":"supplied","reason":"lost","line":17},{"subject":"ἐν ἔτε","relation":"supplied","reason":"lost","line":17},{"subject":"αυτοῦ. ὠιόμεθα","relation":"supplied","reason":"lost","line":17},{"subject":"δὲ","relation":"supplied","reason":"lost","line":18},{"subject":"ὺς νεκρούς. ὅσα δὲ εἰς τόκους","relation":"supplied","reason":"lost","line":18},{"subject":"ὀ","relation":"supplied","reason":"lost","line":19},{"subject":"λ","relation":"supplied","reason":"omitted","line":19},{"subject":"ῶν προσόδων κατ’ ἐνιαυτόν.","relation":"supplied","reason":"lost","line":19},{"subject":"τὰ","relation":"supplied","reason":"lost","line":20},{"subject":"έδιοι ὤφειλον, παραλαβεῖν.","relation":"supplied","reason":"lost","line":20},{"subject":"αι ἢ πολιτεί","relation":"supplied","reason":"lost","line":21},{"subject":"αν","relation":"supplied","reason":"lost","line":22},{"subject":"ὰ αὐτὰ ἔχειν καὶ παρ’","relation":"supplied","reason":"lost","line":22},{"subject":"ὑ","relation":"supplied","reason":"lost","line":23},{"subject":"ο","relation":"supplied","reason":"omitted","line":23},{"subject":"καὶ εὐεργέται εἰσὶν ἀνα","relation":"supplied","reason":"lost","line":23},{"subject":"γε","relation":"supplied","reason":"lost","line":24},{"subject":"τὰ ὑπάρχοντα ἑκα","relation":"supplied","reason":"lost","line":24},{"subject":"τέ","relation":"supplied","reason":"lost","line":25},{"subject":"ατὰ τοὺς ἑκατέρων","relation":"supplied","reason":"lost","line":25},{"subject":"ν","relation":"supplied","reason":"lost","line":26},{"subject":"ν τὸ διάγραμμα ? προ","relation":"supplied","reason":"lost","line":26},{"subject":"τ","relation":"supplied","reason":"lost","line":27},{"subject":"ὑμῖν","relation":"supplied","reason":"omitted","line":27},{"subject":"ρὸς ὑμᾶς, ποεῖν ἀμφοτέ","relation":"supplied","reason":"lost","line":27},{"subject":"ρ","relation":"supplied","reason":"lost","line":28},{"subject":"έγηται πρὸς τὴν","relation":"supplied","reason":"lost","line":28},{"subject":"σ","relation":"supplied","reason":"lost","line":29},{"subject":"ἐν","relation":"supplied","reason":"omitted","line":29},{"subject":"δὲ πόλιν γενέσθαι, κα","relation":"supplied","reason":"lost","line":29},{"subject":"θὰ","relation":"supplied","reason":"lost","line":30},{"subject":"ολαμβάνομεν ἐπὶ τοιούτοις","relation":"supplied","reason":"lost","line":30},{"subject":"γ","relation":"supplied","reason":"lost","line":31},{"subject":"δὲ τοσαῦτα τὸ πλῆθος ἀ","relation":"supplied","reason":"lost","line":31},{"subject":"κ","relation":"unclear","line":32},{"subject":"νόμωι διακριθῆι διὰ παν","relation":"supplied","reason":"lost","line":32},{"subject":"ῦδε οὐ δοκεῖ προκοπὴν εἰ","relation":"supplied","reason":"lost","line":33},{"subject":"θῆκ","relation":"supplied","reason":"lost","line":34},{"subject":"κ πολλοῦ ἀδίκαστα","relation":"supplied","reason":"lost","line":34},{"subject":"ρ’ ἕκαστον ἔτος, μηθενὶ","relation":"supplied","reason":"lost","line":35},{"subject":"δ","relation":"supplied","reason":"lost","line":36},{"subject":"τείσωσιν οἱ ὀφεί","relation":"supplied","reason":"lost","line":36},{"subject":"λο","relation":"supplied","reason":"lost","line":37},{"subject":"οῦναι τοῦ χρέους·","relation":"supplied","reason":"lost","line":37},{"subject":"ό","relation":"supplied","reason":"omitted","line":38},{"subject":"η ἐπικυρωθῆι, γρά","relation":"supplied","reason":"lost","line":38},{"subject":"ται ἢ ἐγδικάσων","relation":"supplied","reason":"lost","line":39},{"subject":"τα","relation":"supplied","reason":"lost","line":40},{"subject":"ἐγδικάσασθαι. ἐὰν δέ","relation":"supplied","reason":"lost","line":40},{"subject":"τι","relation":"supplied","reason":"lost","line":41},{"subject":"έστω τὸν ἀποδημοῦντα","relation":"supplied","reason":"lost","line":41},{"subject":"πρ","relation":"supplied","reason":"lost","line":42},{"subject":"ἄρχοντι","relation":"supplied","reason":"lost","line":42},{"subject":"λη","relation":"unclear","line":43},{"subject":"ο","relation":"supplied","reason":"lost","line":43},{"subject":"χ","relation":"supplied","reason":"lost","line":43},{"subject":"καὶ λαμβάνειν δίκας κατὰ νό","relation":"supplied","reason":"lost","line":43},{"subject":"ποδεῖξαι δὲ ἑκατέρους","relation":"supplied","reason":"lost","line":44},{"subject":"ὄντας ἀνεριθεύ","relation":"supplied","reason":"lost","line":45},{"subject":"τ","relation":"supplied","reason":"lost","line":46},{"subject":"ν νομίσωσιν βελ","relation":"supplied","reason":"lost","line":46},{"subject":"γραψάντων οὓς ἂν ἡγή","relation":"supplied","reason":"lost","line":47},{"subject":"σω","relation":"supplied","reason":"lost","line":48},{"subject":"ς ἑξαμήνου· εἶναι δὲ","relation":"supplied","reason":"lost","line":48},{"subject":"κ","relation":"supplied","reason":"lost","line":49},{"subject":"εἰσενεχθέντων ὅσα","relation":"supplied","reason":"lost","line":49},{"subject":"τοις, ὅσα δὲ ἀντιλεγό","relation":"supplied","reason":"lost","line":50},{"subject":"ἢ πόλιν ἀποδείξω","relation":"supplied","reason":"lost","line":51},{"subject":"μ","relation":"supplied","reason":"lost","line":52},{"subject":"τας νόμους, καὶ δια","relation":"supplied","reason":"lost","line":52},{"subject":"ὑπ’ ἄλλων γραφέντας,","relation":"supplied","reason":"lost","line":53},{"subject":"ὅπω","relation":"supplied","reason":"lost","line":54},{"subject":"ἀνεπιτήδεια, αὐτοῖς","relation":"supplied","reason":"lost","line":54},{"subject":"ἕως δ’ ἂν οἱ σύμπαν","relation":"supplied","reason":"lost","line":55},{"subject":"τε","relation":"supplied","reason":"lost","line":56},{"subject":"νόμοις χρᾶσθαι, οἱ δὲ παρὰ","relation":"supplied","reason":"lost","line":56},{"subject":"τ","relation":"supplied","reason":"lost","line":57},{"subject":"χρᾶσθαι· ἐπεὶ δὲ δικαι","relation":"supplied","reason":"lost","line":57},{"subject":"αι νόμους, κελεύσαντες μὲν ἀμ","relation":"supplied","reason":"lost","line":58},{"subject":"μολογησάντων δὲ","relation":"supplied","reason":"lost","line":59},{"subject":"ἀ","relation":"supplied","reason":"lost","line":60},{"subject":"δὲ Κώιους παρεκαλέσα","relation":"supplied","reason":"lost","line":60},{"subject":"μ","relation":"supplied","reason":"lost","line":61},{"subject":"δεῖν ἀποδειχθῆ","relation":"supplied","reason":"lost","line":61},{"subject":"ἡ","relation":"supplied","reason":"lost","line":62},{"subject":"ρι","relation":"supplied","reason":"lost","line":62},{"subject":"αλῆναι ἐς Κῶν ἐν ἡμέ","relation":"supplied","reason":"lost","line":62},{"subject":"ρα","relation":"supplied","reason":"lost","line":63},{"subject":"π","relation":"supplied","reason":"lost","line":63},{"subject":"νενεγκεῖν τοὺς νό","relation":"supplied","reason":"lost","line":63},{"subject":"άκοντα· ἐπανενεχθέν","relation":"supplied","reason":"lost","line":64},{"subject":"τω","relation":"supplied","reason":"lost","line":65},{"subject":"δίους ἐν ἡμέραις","relation":"supplied","reason":"lost","line":65},{"subject":"λητουργίαν παρ’ ἑκα","relation":"supplied","reason":"lost","line":66},{"subject":"αὐτῆι λητουργίαι ἐνέχεσθαι. ἠξί","relation":"supplied","reason":"lost","line":67},{"subject":"ο","relation":"supplied","reason":"lost","line":68},{"subject":"τῶν λητουργιῶν ἐν ὧι","relation":"supplied","reason":"lost","line":68},{"subject":"νητε ἐν τῆι παλ","relation":"supplied","reason":"lost","line":69},{"subject":"ὰν δέ τινες ὑμῶν","relation":"supplied","reason":"lost","line":70},{"subject":"αὐτὸν χρόνον, ὅσων","relation":"supplied","reason":"lost","line":71},{"subject":"δ’ ἂν αἱ","relation":"supplied","reason":"lost","line":72},{"subject":"ι","relation":"supplied","reason":"omitted","line":72},{"subject":"εβεδίων δεῖν ἐς σί","relation":"supplied","reason":"lost","line":72},{"subject":"τ","relation":"supplied","reason":"lost","line":73},{"subject":"ους καὶ χιλίους,","relation":"supplied","reason":"lost","line":73},{"subject":"ὥσ","relation":"supplied","reason":"lost","line":74},{"subject":"εἰσάγειν σῖτον εἰς","relation":"supplied","reason":"lost","line":74},{"subject":"τὴ","relation":"supplied","reason":"lost","line":75},{"subject":"λ","relation":"supplied","reason":"lost","line":75},{"subject":"ἐ","relation":"unclear","line":75},{"subject":"νιαυτὸς τελευτήσηι, ἀ","relation":"supplied","reason":"lost","line":75},{"subject":"π","relation":"supplied","reason":"lost","line":76},{"subject":"ἷς ἂν λάβηι. ὧν ἀξιούντων ἄλλως τε συν","relation":"supplied","reason":"lost","line":76},{"subject":"του πλῆθος ἱκανὸν ἐν τῆι πό","relation":"supplied","reason":"lost","line":77},{"subject":"λ","relation":"supplied","reason":"lost","line":78},{"subject":"μῶν ταὐτὸ γενέσθαι, ἠξίουν δὲ","relation":"supplied","reason":"lost","line":78},{"subject":"ισμὸς συντελεῖται καὶ πλέο","relation":"supplied","reason":"lost","line":79},{"subject":"ν","relation":"supplied","reason":"lost","line":80},{"subject":"ό","relation":"supplied","reason":"lost","line":80},{"subject":"χ ἐβουλόμεθα μηδεμιᾶι πό","relation":"supplied","reason":"lost","line":80},{"subject":"σιν, οὐ θέλοντες τὰς","relation":"supplied","reason":"lost","line":81},{"subject":"π","relation":"supplied","reason":"lost","line":82},{"subject":"ὄντα, ἐβουλόμεθα δὲ","relation":"supplied","reason":"lost","line":82},{"subject":"ο","relation":"supplied","reason":"lost","line":83},{"subject":"νης χώρας ὥστε ἐὰν χρεία","relation":"supplied","reason":"lost","line":83},{"subject":"γ","relation":"supplied","reason":"lost","line":84},{"subject":"ταύτης ὁπόσ","relation":"supplied","reason":"lost","line":84},{"subject":"ο","relation":"supplied","reason":"lost","line":85},{"subject":"ὑ","relation":"unclear","line":85},{"subject":"πόλεσιν βουλόμενοι συν","relation":"supplied","reason":"lost","line":85},{"subject":"ε","relation":"supplied","reason":"lost","line":86},{"subject":"νεται ἡμῖν, γινώσκετε","relation":"supplied","reason":"lost","line":86},{"subject":"ὑ","relation":"supplied","reason":"lost","line":87},{"subject":"ωροῦντες ὅπως ὧν ὀ","relation":"supplied","reason":"lost","line":87},{"subject":"φ","relation":"supplied","reason":"lost","line":88},{"subject":"τες γὰρ ὑμᾶς τό γε ἐφ’ ἡμῖν","relation":"supplied","reason":"lost","line":88},{"subject":"αι, ἐφροντίζομεν ὅπως τού","relation":"supplied","reason":"lost","line":89},{"subject":"τ","relation":"supplied","reason":"lost","line":90},{"subject":"ην. ἐπεὶ δὲ συμφέροντα φαί","relation":"supplied","reason":"lost","line":90},{"subject":"λιπεῖν ὃ δίκαιον μέν, τῶι","relation":"supplied","reason":"lost","line":91},{"subject":"ς παραθέσεις τοῦ σί","relation":"supplied","reason":"lost","line":92},{"subject":"βάνοντες χρυσί","relation":"supplied","reason":"lost","line":93},{"subject":"ο","relation":"supplied","reason":"lost","line":94},{"subject":"ς καὶ τετρακοσίους. τῶν δὲ σίτων","relation":"supplied","reason":"lost","line":94},{"subject":"ι ἐν τῆι στοᾶι τῆς ἀγο","relation":"supplied","reason":"lost","line":95},{"subject":"γορὰν ἀπὸ ταύτης ποιεῖσ","relation":"supplied","reason":"lost","line":96},{"subject":"ἐν τῆι ἀγορᾶι ἀποδει","relation":"supplied","reason":"lost","line":97},{"subject":"ω τῆς πόλεως","relation":"supplied","reason":"lost","line":98},{"subject":"ὑμ","relation":"supplied","reason":"lost","line":99},{"subject":"άψαι μὲν ὁπόσους ἂν καρ","relation":"supplied","reason":"lost","line":99},{"subject":"πού","relation":"supplied","reason":"lost","line":100},{"subject":"τα δὲ τῶι ἀγορανόμωι καὶ τὰ","relation":"supplied","reason":"lost","line":100},{"subject":"τ","relation":"supplied","reason":"lost","line":101},{"subject":"καὶ οἱ παρὰ τῶν Λεβε","relation":"supplied","reason":"lost","line":101},{"subject":"ες εἴ τινα ἔτι παραλέλειπ","relation":"supplied","reason":"lost","line":102},{"subject":"ἡμῖν οὖν συμφερόντως δο","relation":"supplied","reason":"lost","line":103},{"subject":"κε","relation":"supplied","reason":"lost","line":104},{"subject":"α ἀφ’ ἧς ἂν ἡ ἀπόκρι","relation":"supplied","reason":"lost","line":104},{"subject":"σ","relation":"supplied","reason":"lost","line":105},{"subject":"ι","relation":"unclear","line":105},{"subject":"ιμμένα ὑφ’ ἡμῶν,","relation":"supplied","reason":"lost","line":105},{"subject":"ολογηθέντας κυρίους εἶ","relation":"supplied","reason":"lost","line":106},{"subject":"ν","relation":"supplied","reason":"lost","line":107},{"subject":"ήνωι, ὅπως ἀμφοτέρων ἀ","relation":"supplied","reason":"lost","line":107},{"subject":"τέροις συμφέρειν.","relation":"supplied","reason":"lost","line":108},{"subject":"Βασ","relation":"supplied","reason":"lost","line":1},{"subject":"πρότερον σκοποῦντες","relation":"supplied","reason":"lost","line":1},{"subject":"ἀναγκαῖα ὑμῖν","relation":"supplied","reason":"lost","line":2},{"subject":"χ","relation":"supplied","reason":"lost","line":3},{"subject":"ι","relation":"supplied","reason":"lost","line":3},{"subject":"κιῶν τάχιστα ἀποδοῦ","relation":"supplied","reason":"lost","line":3},{"subject":"εσθαι ὑμῖν μακροτέρους· δεξάμε","relation":"supplied","reason":"lost","line":4},{"subject":"ν","relation":"supplied","reason":"lost","line":5},{"subject":"μενοί τε αὐτῶν εἴ τινα ἔχουσιν ἡ","relation":"supplied","reason":"lost","line":5},{"subject":"ὐ φ","relation":"supplied","reason":"lost","line":6},{"subject":"κεψάμενοι τὰ δεδογμένα","relation":"supplied","reason":"lost","line":6},{"subject":"όν","relation":"supplied","reason":"lost","line":7},{"subject":"πρ","relation":"supplied","reason":"lost","line":7},{"subject":"τους· ἡμῖν οὖν καλῶς δο","relation":"supplied","reason":"lost","line":7},{"subject":"κ","relation":"supplied","reason":"lost","line":8},{"subject":"δὲ τούτους","relation":"supplied","reason":"lost","line":8},{"subject":"α τοῖς Λεβεδίοις,","relation":"supplied","reason":"lost","line":9},{"subject":"ν τῆς πόλεως ἔτους","relation":"supplied","reason":"lost","line":10},{"subject":"δ","relation":"supplied","reason":"lost","line":11},{"subject":"ς τὰς οἰκίας καὶ τοὺς","relation":"supplied","reason":"lost","line":11},{"subject":"ἐκ","relation":"supplied","reason":"lost","line":12},{"subject":"ς ? γένηται, καὶ ἀπο","relation":"supplied","reason":"lost","line":12},{"subject":"στ","relation":"supplied","reason":"lost","line":13},{"subject":"ν, κ","relation":"supplied","reason":"lost","line":13},{"subject":"υς ἀποσταλέντας κομι","relation":"supplied","reason":"lost","line":13},{"subject":"σ","relation":"supplied","reason":"lost","line":14},{"subject":"κρίσει· τοὺς δὲ ἐπὶ τοὺς","relation":"supplied","reason":"lost","line":14},{"subject":"τι","relation":"supplied","reason":"lost","line":15},{"subject":"ἰόμεθα δὲ δεῖν","relation":"supplied","reason":"lost","line":15},{"subject":"αροικίαν ἐν ἡμέραις","relation":"supplied","reason":"lost","line":16},{"subject":"ας τὰς οἰκίας καὶ δώ","relation":"supplied","reason":"lost","line":17},{"subject":"σ","relation":"supplied","reason":"lost","line":18},{"subject":"της φυλῆς.","relation":"supplied","reason":"lost","line":18},{"relation":"apparatus_note","note":"The text, unless otherwise noted, is that of SIG3.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"2","note":"2/3. ἀπεσταλμέ]νων, Robert; ἀφικομέ]νων, ed.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"19","note":"19. ΕΙΔΕΙ, stone.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"21","note":"21/22. ἢ πολιτείαν, Robert (Bull. Corr. Hell., LII, 1928, 167 n. 3); ἀναγεγραμμένοι, Dittenberger.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"23","note":"23. ΕΝΘΙ, stone.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"27","note":"27. ὑμῖν, supplied by Feldmann.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"29","note":"29. ἐν, supplied by Hiller.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"34","note":"34. ἄπερ, bracketed by Dittenberger. ἀδίκαστα, Robert (Bull. Corr. Hell., L, 1926, 472 n. 3); παρελκόμενα, Dittenberger.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"38","note":"38. ΘΩΝ, stone.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"71","note":"71/72. ὅσων, κτλ., Feldmann; [ὅσοι δ’ ἂν τὰ] οἰκία μὴ μεθαίρωνται, Hiller. Perhaps ⟨κα⟩θαιρῶνται.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"81","note":"81. οὐ θέλοντες, W; οὐκ ἐῶντες, ed.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"107","note":"107. διμ[ήνωι], W; διμ[ηνίαι], ed. See Appendix, s. v.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"108","note":"108. καθᾶν (= καθὰ ἄν), W; καθ’ ἄν, ed.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"5","note":"5. τε, added by W.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"6","note":"6. ἐπισ[κεψάμενοι, Robert; ἐπισ[κοπούμενοι, ed.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"7","note":"7. καλῶς, W; οὕτως, Waddington.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"8","note":"8. τούτους οἰόμεθα δεῖν, Feldmann; εὐθὺς ἐκ καταλόγου, Waddington.","source":"printed apparatus, verbatim"},{"relation":"apparatus_note","line":"10","note":"10. τῆς πόλεως, W; τοῖς δὲ λοιποῖς, Koehler.","source":"printed apparatus, verbatim"}],"translation":"Antigonus I to Teos: the synoecism with Lebedus (the grain fund and the laws of Cos) — translation The Panionion delegate 'to be called a Teian'; plots equal to those left at Lebedus (ll. 1–6) … [the delegate] who is sent to the Panionion [shall transact all] the common business with the others for the duration, shall share the festival tent and take part in the festival with those who come from you, and shall be called a Teian. — We think too that a building plot should be given to the Lebedian at your city equal to the one he leaves behind at Lebedus … Law-drafters and the demos; fetch Cos's laws under seal (deadlines of 3, 30 and 10 days) (ll. 47–66) (the law-drafters and the laws of Cos, §9 — Welles's translation, verified:) … Of the laws proposed, whatever the people ratifies by agreement they are to use; whatever is disputed is to be referred to us, so that we may decide it [or appoint a city to decide it]; and if any are found drafting laws not for the best but unsuitably, [we may charge them with it] and punish them. As to the laws of Cos, we decided that this should be done, [and we have requested the Coans] to give you the laws to copy. We think it best that three men be [appointed] as soon as this answer is read, and that they be sent [to Cos in] three [days] to copy the laws; that those who are sent [shall bring back the] laws sealed with the Coan seal in [thirty] days; and that when the laws [are brought back], you and the Lebedians shall elect the (new) officials [within] ten [days]. The revolving fund: borrow on security, import and sell, repay with interest (ll. 73–85) §10 (Welles's translation, verified): The envoys of the [Lebedians] said [that it was necessary] to set aside from the revenues [one thousand] four hundred gold staters for the supply [of grain, so that] anyone who wished, taking this money against security, [might import grain into the] city and sell it throughout the year whenever he wished, and that [at the end of the year] he should return the money to the city, both the capital and the interest at the rate [at which he took it]. When they particularly requested us to order that this be done now, so that there might be [a sufficient quantity] of grain [in the city] — for you could not produce enough — your envoys expressed [their approval but asked] that more money be appropriated as the synoecism [was being completed] and the population was becoming [larger] as you moved into one city. Previously we were un[willing] that [any] city should undertake the importation of grain or maintain a (subsidized) grain-supply, for we were not willing to have the cities spend large sums of money unnecessarily for this purpose; we did not [wish] even now to give this permission, for the crown [land] is near … The king revisits the timetable (opening, ll.109–116) (ll. 109–116) King Antigonus to the council and people of Teos, greeting. We were formerly considering (§13) how the synoecism might be completed as quickly as possible; [but] we did not see whence the money you need would be found — so that the Lebedians might have the value of their houses paid promptly — because the revenue accruing to you from the public sources comes in only over [rather long] periods. So, having received the envoys both from you and from those of the Lebedians, and inquiring of them whether they had any source of funds to propose to us, and when they said they had none apart from the tax-revenues, we examined the matter … Appraisers; the fifteen-day housing count (close, in Welles's translation) (ll. 117–126) (§14, in Welles's translation:) those who are sent for the laws should bring them from Cos and report them within the period which we specified in the answer (i.e. the previous letter); those who are sent for the appraisers should bring them back as quickly as possible; [we think it best] that the houses in your city which must be given to the Lebedians for [temporary residence] be counted [within] fifteen [days] from the reading of (this) answer, and that those who are to count and assign them be elected by each [tribe] at the next assembly.","integrity":{"base_text_sha256":"b623826ab0a4c65233672eb850daecc66c02edd3fbc2680272983b540d6f959b","generated_by":"scripts/build_delivery_json.py"}}
