{"what":"machine-readable delivery copy of a magalia.wiki critical edition (archival master: TEI/EpiDoc; do not edit — regenerated by script)","source":{"title":"The Edict of Ti. Iulius Alexander","id":"iulius-alexander-edict","languages":["grc","en"],"editions":["H. G. Evelyn-White & J. H. Oliver, The Temple of Hibis in El Khārgeh Oasis II, New York 1938, no. 4 — the edition followed here.","W. Dittenberger, Orientis Graeci Inscriptiones Selectae, Leipzig 1905, no. 669.","R. Cagnat, Inscriptiones Graecae ad res Romanas pertinentes I, Paris 1911, no. 1263; SB V 8444.","S. Riccobono, Fontes Iuris Romani Antejustiniani I², Florence 1941, no. 58, 318–321 (with a Latin translation).","O. W. Reinmuth, ‘The Edict of Tiberius Julius Alexander’, TAPhA 65 (1934), 248 ff.","G. Chalon, L'Édit de Tiberius Julius Alexander: étude historique et exégétique, Olten–Lausanne 1964 — the standard study.","Abbott & Johnson, Municipal Administration in the Roman Empire, Princeton 1926, no. 165.","Pleiades 727070"],"master":"iulius-alexander-edict_epidoc.xml","edition_page":"/matrix-hub/governance/iulius-alexander-edict.html"},"base_text":"Ἰούλιος Δημήτριος, στρατηγὸς Ὀάσεως Θ[ηβαΐ]δος τοῦ πεμφθέντος μοι διατάγματος ὑπὸ τοῦ κυρίου ἡγεμόνος\nΤιβερίου Ἰουλίου Ἀλεξάνδρου τὸ ἀντίγραφον ὑμεῖν ὑπέταξα, ἵν’ εἰδότες ἀπολαύητε τῶν εὐεργε[σ]ιῶ[ν]. ἔτους βʹ Λουκίου Λιβίου [Σ]εβαστοῦ [Σ]ουλπικίου\nΓάλβα Αὐτοκράτορος Φαῶφι αʹ Ἰουλίᾳ Σεβαστῆι. Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῶι προσήκοντι κα-\nταστήματι τὴν πόλιν ἀπολαύουσαν τῶν εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν Σεβαστῶν καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως ὑπηρετεῖν τῆι τε εὐθηνίᾳ καὶ τῆι μεγίσ-\nτηι [τ]ῶ[ν] νῦν καιρῶν εὐδαιμονίᾳ, μὴι βαρυνομένην καιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ τῆς πόλεως ἐπέβην καταβοώμενος ὑπὸ τῶν ἐντυγχανόντων καὶ κατ’ ὀλίγους καὶ κα-\nτὰ πλήθηι τῶν τε ἐνθάδε εὐσχημονεστάτων καὶ τῶν γεωργούντων τὴν χώραν μεμφομένων τὰς ἔγγιστα γενομένας ἐπηρείας, οὐ διέλιπον μὲν κατὰ τὴν ἐμαυτοῦ δύναμιν τὰ ἐπείγον-\nτα ἐπανορθούμενος· ἵνα [δ]ὲ εὐθυμότεροι πάντα ἐλπίζητε παρὰ τοῦ ἐπιλάμψαντος ἡμεῖν ἐπὶ σωτηρίᾳ τοῦ παντὸς ἀνθρώπων γένους εὐεργέτου Σεβαστοῦ Αὐτοκράτορος Γάλβα τά τε πρὸ[ς] σωτηρίαν\n[κ]αὶ τὰ πρὸς ἀπόλαυσιν, καὶ γινώσκητε ὅτι ἐφρόντισα τῶν πρὸς τὴν ὑμετέραν βοήθειαν ἀνηκόντων, προέγραψα ἀναγκαίως περὶ ἑκάστου τῶν ἐπιζητουμένων, ὅσα ἔξεστί μοι κρεί-\nνειν καὶ ποιεῖν, τὰ δὲ μείζονα καὶ δεόμενα τῆς τοῦ Αὐτοκράτορο[ς] δυνάμεως καὶ μεγαλειότητος αὐτῶι δηλώσωι μετὰ πάσης ἀληθείας, τῶν θεῶν ταμιευσαμένων εἰς τοῦτον τὸν\nἱερώτατον καιρὸν τὴν τῆς οἰκουμένης ἀσφάλειαν. ἔγνων γὰρ πρὸ παντὸς εὐλογωτάτην οὖσαν τὴν ἔντευξιν ὑμῶν ὑπὲρ τοῦ μὴι ἄκοντας ἀνθρώπους εἰς τελωνείας ἢι ἄλ-\n[λ]ας μισθώσεις οὐσιακὰς παρὰ τὸ κοινὸν [ἔ]θος τῶν ἐπαρχειῶν πρὸς βίαν ἄγεσθαι, καὶ ὅτι οὐκ ὀλ[ίγ]ον ἔβλαψε τὰ πράγματα τὸ πολλοὺς ἀπείρους ὄντα[ς] τῆς τοιαύ-\nτης πραγματείας ἀχθῆναι μετ’ ἀνάγκης ἐπιβληθ[έ]ντων αὐτοῖς τῶν τελῶν. διόπερ καὶ αὐτὸς οὔτε ἤγαγόν τινα εἰς τελωνείαν ἢι μίσθωσιν οὔτε ἄξωι, [ε]ἰδὼς τοῦτο\nσυμφέρειν καὶ ταῖς κυριακαῖς ψήφοις τὸ μετὰ προθυμίας ἑκόντας πραγματεύεσθαι τοὺς [δ]υνατούς. πέπεισμαι δὲ ὅτι οὐδ’ εἰς τὸ μέλλον ἄκοντάς τις ἄξει τελώνας\nἢι μισθωτάς, ἀλλὰ διαμισθώσει τοῖς βουλομένοις ἑκουσίως προ[σ]έρχεσθαι, μᾶλλον τὴν τῶν προτέρων ἐπάρχων αἰώνιον συνήθειαν φυλάσσων ἢι τὴν πρόσκαιρόν τινος ἀδικίαν\nμειμησάμενος· ἐπειδὴι ἔνιοι προφάσει τῶν δημοσίων καὶ ἀλλότρια δάνεια παραχωρούμενοι εἴς τε τὸ πρακτόρειόν τινας παρέδοσαν καὶ εἰς ἄλλας φυλακάς, ἃς καὶ δι’ αὐτὸ τοῦτο\nἔγνων ἀναιρεθείσας, ἵνα αἱ πράξεις τῶν δανείων ἐκ τῶν ὑπαρχόντων ὦσι καὶ μὴι ἐκ τῶν [σ]ωμάτων, ἑπόμενος τῆι τοῦ θεοῦ Σεβα[σ]τοῦ βουλήσει, κελεύωι μηδένα τῆι τῶν [δ]ημοσίων προφά-\nσει παραχωρεῖσθαι παρ’ ἄλλων [δ]άνεια ἃ μὴι αὐτὸς ἐξ ἀρχῆς ἐδάνεισεν μηιδ’ ὅλως κατακλείε[σ]θαί τινα[ς] ἐλευθέρους εἰς φυλακὴν ἡντινοῦν, εἰ μὴι κακοῦργον, μη[δ]’ εἰς τὸ πρακ-\nτόρειον, ἔξωι [τ]ῶν ὀφειλόντων εἰς τὸν κυρι[α]κὸν λόγον. ἵνα [δ]ὲ μηι[δ]αμόθεν βαρύνηι τὰ[ς] πρὸ[ς] ἀλλήλου[ς] [σ]υναλλαγὰς τὸ τῶν δημοσίων ὄνομα μη[δ]ὲ συνέχωσι τὴν κοινὴν πίστιν\nοἱ τῆι πρωτοπραξίᾳ πρὸς ἃ μὴ δεῖ καταχρώμενοι, καὶ περὶ ταύτης ἀναγκαίως προέγραψα· ἐδη[λ]ώθηι γάρ μοι πολλάκις ὅτι ἤδηι τινὲς καὶ ὑποθήκας ἐπείρασαν ἀφελέσθαι νομίμως\n[γ]εγονυίας καὶ ἀποδεδομένα δάνεια παρὰ τῶν ἀπολαβόντων ἀναπράσσειν πρὸς βίαν καὶ ἀγορασμοὺς ἀνα[δ]άστους ποιεῖν ἀποσπῶντες τὰ κτήματα τῶν ὠνησαμένων ὡς\nσυμβεβληκότων τισὶν ἀναβολικὰ εἰληφόσ[ι] ἐκ τοῦ φίσκου ἢι στρατηγοῖς ἢι πραγματικοῖς ἢι ἄλλοις τῶν προσοφειληκότων τῶι δημοσίωι λόγωι· κελεύωι οὗν, ὅστιςς ἂν ἐνθά[δ]ε\nἐπίτροπος τοῦ κυρίου ἢι οἰκονόμος ὕποπτόν τινα ἔχηι τῶν ἐν τοῖς δημοσίοις πράγμασιν ὄντων, κατέχεσθαι αὐτοῦ τὸ ὄνο[μ]α ἢι προγράφειν, ἵν[α μηδ][ε]ὶς τῶι τοιούτωι συνβάλληι,\nἢι μέρηι τῶν ὑπαρχόντων αὐτοῦ κατέχειν ἐν τοῖς δημοσίοις γραμματοφυλακίοις πρὸς ὀφείλημα. ἐὰν δέ τις μήιτε ὀνόματος κατεσχημένου μήτε τῶν ὑπαρχόντων κρατου-\nμένων δανίσηι νομίμως λαβὼν ὑποθήκην, ἢι φθάσηι ἃ ἐδάνισεν κομίσασθαι ἢι καὶ ὠνήσηταί τι, μὴι κατεχομένου τοῦ ὀνόματος μηδὲ τοῦ ὑπάρχοντος, οὐδὲν πρᾶγμα ἕξει.\nτὰς μὲν γὰρ προῖκας ἀλλοτρίας οὔσας καὶ οὐ τῶν εἰληφότων ἀνδρῶν καὶ ὁ θεὸς Σεβαστὸς ἐκέλευσεν καὶ οἱ ἔπαρχοι ἐκ τοῦ φίσκου ταῖς γυναιξὶ ἀποδίδοσθαι, ὧν βεβαίαν δεῖ\nτὴν πρωτοπραξίαν φυλάσσειν· ἐνετεύχθην δὲ καὶ περὶ τῶν ἀτελειῶν καὶ κουφοτελειῶν, ἐν αἷς ἐστιν καὶ τὰ προσοδικά, ἀξιούντων αὐτὰς φυλαχθῆναι, ὡς ὁ θεὸς Κλαύδιος\nἔγραψεν Ποστόμωι ἀπολύων, καὶ λεγόντων ὕστερον κατακεκρίσθαι τὰ ὑπὸ ἰδιωτῶν πραχθέντα ἐν τῶι μέσωι χρόνωι μετὰ τὸ Φλάκκον κ[α]τ[α]κρεῖναι καὶ πρὸ τοῦ τὸν θεὸν\nΚλαύδιον ἀπολῦσαι· ἐπεὶ οὖν καὶ Βάλβιλλος καὶ Οὐηστεῖνος ταῦτα ἀπέλυσαν, ἀμφοτέρων τῶν ἐπάρχων ἐπικρίματα φυλάσσωι, καὶ ἐκείνων κατηκολουθηκότων τῆι\nτοῦ θεοῦ Κλαυδίου χάριτι, ὥστε ἀπολελύσθαι τὰ μηδέπωι ἐξ αὐτῶν εἰσπραχθέντα, δηλονότι εἰς τὸ λοιπὸν τηρουμένης αὐτοῖς τῆς ἀτελείας καὶ κουφοτελείας. ὑπὲρ [δ]ὲ\nτῶν ἐκ τοῦ Καίσαρος λόγου πραχθέντων ἐν τῶι μέσωι χρόνωι, περὶ ὧν ἐκφόρια κατεκρίθηι, ὡς Οὐηστεῖνος ἐκέλευσεν [τ]ὰ καθήκοντα τελεῖσθαι καὶ αὐ-\nτὸς ἵστημι, ἀπολελυκὼς τὰ μηδέπωι εἰσπραχθέντα καὶ πρὸς τὸ μέλλον μένειν αὐτὰ ἐπὶ τοῖς καθήκουσι· ἄδικον γάρ [ἐ]στιν τοὺς ὠνησαμένους κτή-\nματα καὶ τιμὰς αὐτῶν ἀποδόντας ὡς δημοσίους γ[ε]ωργοὺς ἐκφόρια ἀπαιτεῖσθαι τῶν ἰδίων ἐδαφῶν. ἀκόλουθον δέ ἐ[σ]τιν ταῖς τῶν Σεβαστῶν\nχάρισι καὶ τὸ τοὺς ἐνγενεῖς Ἀλεξανδρεῖς καὶ ἐν τῆι [χώ]ρᾳ διὰ φιλεργίαν κατοικοῦντας εἰς μηδεμία[ν ἄγ]εσ[θαι χωρικὴν λ]ειτουρ[γίαν]·\nπολλάκις μὲν ἐπεζητήσατε, καὐτὸς δὲ φυλάσσωι, ὥστε μηδένα τῶν ἐνγενῶν Ἀλεξανδρέων εἰς λειτουργίας χωρικὰς ἄγεσθαι. μελήσει δέ\nμοι καὶ τὰς στρατηγίας μετὰ διαλογισμὸν πρὸς τριετίαν ἐνχιρίζειν τοῖς κατασταθησομένοις. καθόλου [δ]ὲ κελεύωι, ὁσάκις ἔπαρχος ἐπ’ αὐτὸν ἀχθέντα ἔφθα-\nσεν κρείνας ἀπολῦσαι, μηκέτι εἰς διαλογισμὸν ἄγεσθαι. ἐὰν δὲ καὶ δύο ἔπαρχοι τὸ αὐτὸ πεφρονηκότες ὦσι, καὶ κολαστέος ἐστὶν ὁ ἐγλογιστὴς ὁ τὰ αὐτὰ εἰς διαλογισμὸν\nἄγων, κ[α]ὶ μηδὲν ἄλλο ποιῶν πλὴν ἀργυρισμοῦ πρόφασιν καταλείπων ἑαυτῶι καὶ τοῖς ἄλλοις πραγματικοῖς. πολλο[ὶ] [γ]οῦν ἠξίωσαν ἐκστῆναι μᾶλλον τῶν ἰδίων κτημάτων ὡς\nπλεῖον τῆς τιμῆς αὐτῶν ἀνηλωκότες διὰ τὸ καθ’ ἕκαστον διαλογισμὸν τὰ αὐτὰ πράγματα εἰς κρίσιν ἄγεσθαι. τὸ δ’ αὐτὸ καὶ περὶ τῶν ἐν ἰδίωι λό[γ]ωι πραγμάτων ἀγομένων ἵστημι, ὥσ-\nτε εἴ τι κριθὲν ἀπελύθηι ἢι ἀπολυθήσεται ὑπὸ τοῦ πρὸς τῶι ἰδίωι λόγωι τεταγμένου, μηκέτι ἐξεῖναι τούτωι εἰσαγγέλλειν κατηγόρωι μη[δ]ὲ εἰς κρίσιν ἄγεσθαι, ἢι ὁ τοῦτο ποιήσας ἀπαραιτή-\nτως ζημιωθήσεται. οὐδὲν γὰρ ἔσται πέρας τῶν συκοφαντημάτων, ἐὰν τὰ ἀπολελυμένα ἄγηται ἕως τις αὐτὰ κατακρείνηι. ἤδηι δὲ τῆς πόλεως σχεδὸν ἀοικήτου γενομένης διὰ τὸ\nπλῆθος τῶν συκοφαντῶν καὶ πάσης οἰκίας συνταρασσομένης ἀν[α]γκαίως κελεύωι, ἐὰν μέν τις τῶν ἐν ἰδίωι [λ]όγωι κατηγόρων ὡς ἑτέρωι συνηγορῶν εἰσάγηι ὑπόθεσιν, παρίστασθαι ὑπ’\nαὐτοῦ τὸν προσαγγεί[λ]αντα, ἵνα μηδὲ ἐκεῖνος ἀκίνδυνος ἦι. ἐὰν [δ]ὲ ἰ[δ]ίωι ὀνόματι κατενεγκὼν τρεῖς ὑποθέσεις μὴι ἀποδείξηι, μηκέτι ἐξεῖναι αὐτῶι κατηγορεῖν, ἀλλὰ τὸ ἥμισυ αὐτοῦ\nτῆς οὐσίας ἀναλαμβάνεσθαι. ἀδικώτατον [γά]ρ ἐστιν πολλοῖς ἐπάγοντα κινδύνους ὑπὲρ οὐσιῶν καὶ τῆς ἐπ[ιτ]ιμίας αὐτὸν διὰ παντὸς ἀνεύθυνον εἶναι. καὶ καθόλου δὲ\n[κ]ελεύσομαι τὸν γνώμονα τοῦ ἰ[δ]ίου λόγου [κεῖσθ]αι, τὰ καινοποιηθέντα παρὰ τὰς τῶν Σεβαστῶν χάριτας ἐ[πα]νο[ρθ]ωσάμενος. προγράψω[ι δὲ φανερῶς ὅπως τοὺς ἤδηι ἐξ]-\nελε[γ]χθέντα[ς] συκοφάντας ὡς ἔδει ἐτιμωρησάμην. οὐκ ἀγνοῶι δ’ ὅτι πολλὴν πρόνοιαν ποιεῖσθε καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ [δ]ιαμ[ένειν], ἐξ ἧς [μεγάλως βαρύνεσθε· ἃς μὲν οὖν]\nχορηγίας ἔχετε, ὅσα οἷόν τε ἦν ἐπηνωρθωσάμην. ἐνέτυχον γάρ μοι πολλάκις οἱ καθ’ ὅλην τὴν χώραν [γ]εωργοῦντες καὶ ἐδή[λ]ωσαν ὅτι πο[λλ]ὰ καιν[ῶ]ς κατεκρίθησα[ν, οὐ διὰ κακουργήματα]\n[ἀλλὰ] διὰ τελέσματα σιτικὰ καὶ ἀργυρικά, καὶ οὐκ ἐξὸν τοῖς βουλομένοις εὐχερῶς καθολικόν τι καινίζειν. ταῦτα δὲ καὶ τὰ τοιαῦτα κατακρίματ[α ο]ὐκ ἐπὶ τὴν Θηβαΐδα μόνη[ν εὗρον ἐκτεινόμενα]\n[οὐ]δὲ ἐπὶ τοὺς πόρρωι νομοὺς τῆς κάτωι χώρας, ἀλ[λ]ὰ καὶ τὰ προάστια τῆς πό[λ]εως ἔφθασεν τήν τε Ἀλεξανδρέων καλουμένην χώραν καὶ τὸν Μαρεώτην [λαβεῖν. διὸ κελεύωι]\n[το]ῖς κατὰ νομὸν στρατηγοῖς ἵνα εἴ τινα καινῶς τῆι ἔγγιστα πενταετίᾳ τὰ μὴι πρότερον τελούμενα καθολικῶς ἢι πληθικῶς νομῶν ἢι τοπα[ρχιῶν γεωργοῖς]\n[κατ]εκρίθηι, ταῦτα εἰς τὴν προτέραν τάξιν ἀποκαταστήσωσιν, παρέντες αὐτῶν τὴν ἀπαίτησιν, ἃ καὶ ἐπὶ τὸν διαλογισμὸν ἀχθέντα ἐκ τῶν [ἀγορῶν ἀπο]-\n[λύωι]· ἐκώλ[υ]σα δ’ ἔτι καὶ πρότερον καὶ τὴν ἄμετρον ἐξουσίαν τῶν ἐ[γλ]ογιστῶν διὰ τὸ πάντας αὐτῶν καταβοᾶν ἐπὶ τῶι παραγράφειν αὐτοὺς πλεῖστα ἐκ τ[ῆς ὁ]-\n[μοιώσεως] ἐξ οὗ συνέβαινεν αὐτοὺς μὲν ἀργυρίζεσθαι, τὴν δὲ Αἴγυπτον ἀνάστατον γείνεσθαι. καὶ νῦν τοῖς αὐτοῖς παραγγέλλωι μηδὲν ἐξ ὁμοιώμα[τος]\n[παρα]γράφειν ἀλλὰ [μ]ηι[δ’] ἄλλο τι τῶι καθόλου χωρὶς τοῦ κρεῖναι τὸν ἔπαρχον· κελεύωι δὲ καὶ τοῖς στρατηγοῖς μηδὲν παρὰ ἐγλογιστῶν μεταλαμβάνειν χωρὶς ὑ[πο]-\n[θήκ]ης ἐπάρχου. καὶ οἱ ἄλλοι δὲ πραγματικοί, ἐάν τι εὑρεθῶσι ψευ[δ]ὲς ἢι παρὰ τ[ὸ] δέον παραγεγραφότες, καὶ τοῖς ἰδιώταις ἀποδώσουσιν ὅ[σ]ον ἀπῃτήθησαν καὶ τὸ [ἴ]σ[ον]\n[ἀποτίσ]ουσι [ε]ἰς τὸ δημόσιον. τῆς δ’ αὐτῆς κακοτεχνίας ἐστὶν καὶ ἡι λεγομένηι κατὰ σύνοψιν ἀπαίτησι[ς], οὐ πρὸς τὴν οὖσαν ἀνάβα[σι]ν\n[Νίλου, ἀ]λλὰ πρὸς σύνκρισιν ἀρχαι[ο]τέρων τινῶν ἀναβάσε[ων, καίτοι] τῆς ἀληθείας αὐτῆς οὐδὲν δοκεῖ δικαιότερον εἶναι· θαρ-\n[σεῖν δὲ βούλ]ομαι καὶ προθύμως γεωργεῖν τοὺς ἀνθρώπου[ς, εἰδότα]ς ὅτι πρὸς τὸ ἀληθὲς τῆς οὔσης ἀναβάσεως καὶ τῆς βεβρεγμ[έ]-\n[νης γῆς, κα]ὶ οὐ πρὸς σ[υ]κοφαντίαν τῶν κατὰ σύνοψιν παραγραφ[ομέ]νων ἡι ἀπαίτησις ἔσται. ἐὰν δέ τις ἐξελεγχθῆι ψευσάμ[ενος αὐτήν],\n[τὸ κάθ]εκτον τριπλάσι[ο]ν ἀποδώσει. ὅσοι μὲν γὰρ ἐφοβήθησαν ἀ[κ]ούσαντες περὶ ἀναμετρήσεως τῆς ἐν τῆι Ἀ[λε]ξανδρέω[ν χώρᾳ καὶ]\n[τῶι νομῷ] Μενελαΐτηι ἀρχαίας γῆς, [ε]ἰς ἣν οὐδέποτε σχοινίον κα[τ]ηνέχθηι, μὴι μάτην εὐλ[αβ]είσθωσαν· οὔτε [γὰρ ἐ]τολμήσε [ποτέ τις ποι]-\n[ήσασθα]ι τὴν ἀνα[μ]έτρησιν οὔτε [πο]ιήσεται. μένειν γὰρ ὀφεί[λ]ει τ[ὸ] ἐξ αἰῶνος αὐτῆς δίκ[αιον. τὸ] δ’ αὐτὸ ἵστημι [καὶ π]ερὶ τῶν το[ύτοις προστε]-\n[θέντ]ων προσγενημάτων, ὥστε [μη]δὲν ἐπ’ αὐτῶν καινίζεσθαι. περὶ δὲ τῶν ἀρχαιοτ[έ][ρων] ἐκ[θ]έσεων, [ἐ]νκει[μένω]ν ὑμ[ῶ]ν, αἷς [τινες ὥστε]\n[ἐκπράσ]σειν ἢ ὁρίσαι πολλάκις ο[ὐδὲν] πλέ[ο]ν περιε[ποί]ησαν πλὴν ἀργυρισμοῦ τῶν πραγμ[ατικ]ῶν καὶ τῆς τῶ[ν ἀνθρώ]πων ἐπιτ[ρίψεως, Καί]-\n[σαρι Σ]ε[βα]στῶ[ι] Α[ὐ]τοκράτορι γράψ[ωι μ]ετὰ τῶν ἄλλω[ν ὅ]σα αὐτῶι δήλωι τῶι μόνωι δυναμ[ένω]ι τὰ τοιαῦτα ὁλ[οσχερ]ῶς [ἐ]κκόπτ[ειν, οὗ εἰσι]\n[αἴτι]αι τῆς πάντων ἡ[μ]ῶν σωτηρίας ἡι δι[η]νεκὴς [εὐ]εργεσία καὶ πρόνοια. ἔ[το]υς πρώτο[υ Λουκ]ίου Λειβίο[υ]\n[Γάλ]βα Καί[σ]αρος Σεβαστοῦ Αὐτοκράτορος, Ἐ[π]εῖφ[ι] ιβʹ.","claims":[{"subject":"ηβαΐ","relation":"supplied","reason":"lost","line":1},{"subject":"σ","relation":"supplied","reason":"omitted","line":2},{"subject":"ν","relation":"supplied","reason":"omitted","line":2},{"subject":"Σ","relation":"supplied","reason":"omitted","line":2},{"subject":"Σ","relation":"supplied","reason":"omitted","line":2},{"subject":"τ","relation":"supplied","reason":"omitted","line":5},{"subject":"ν","relation":"supplied","reason":"lost","line":5},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":7},{"subject":"ς","relation":"supplied","reason":"omitted","line":7},{"subject":"κ","relation":"supplied","reason":"lost","line":8},{"subject":"ς","relation":"supplied","reason":"omitted","line":9},{"subject":"λ","relation":"supplied","reason":"lost","line":11},{"subject":"ἔ","relation":"supplied","reason":"lost","line":11},{"subject":"ίγ","relation":"supplied","reason":"lost","line":11},{"subject":"ς","relation":"supplied","reason":"omitted","line":11},{"subject":"έ","relation":"supplied","reason":"omitted","line":12},{"subject":"ε","relation":"supplied","reason":"omitted","line":12},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":13},{"subject":"σ","relation":"supplied","reason":"omitted","line":14},{"subject":"σ","relation":"supplied","reason":"omitted","line":16},{"subject":"σ","relation":"supplied","reason":"omitted","line":16},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":16},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":17},{"subject":"σ","relation":"supplied","reason":"omitted","line":17},{"subject":"ς","relation":"supplied","reason":"omitted","line":17},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":17},{"subject":"τ","relation":"supplied","reason":"omitted","line":18},{"subject":"α","relation":"supplied","reason":"omitted","line":18},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":18},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":18},{"subject":"ς","relation":"supplied","reason":"omitted","line":18},{"subject":"ς","relation":"supplied","reason":"omitted","line":18},{"subject":"ς","relation":"supplied","reason":"omitted","line":18},{"subject":"σ","relation":"supplied","reason":"omitted","line":18},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":18},{"subject":"λ","relation":"supplied","reason":"omitted","line":19},{"subject":"γ","relation":"supplied","reason":"omitted","line":20},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":20},{"subject":"ι","relation":"supplied","reason":"lost","line":21},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":21},{"subject":"μ","relation":"supplied","reason":"lost","line":22},{"subject":"α μηδ","relation":"supplied","reason":"lost","line":22},{"subject":"ε","relation":"supplied","reason":"omitted","line":22},{"subject":"α","relation":"supplied","reason":"omitted","line":27},{"subject":"α","relation":"supplied","reason":"omitted","line":27},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":29},{"subject":"τ","relation":"supplied","reason":"lost","line":30},{"subject":"ἐ","relation":"supplied","reason":"lost","line":31},{"subject":"ε","relation":"supplied","reason":"omitted","line":32},{"subject":"σ","relation":"supplied","reason":"lost","line":32},{"subject":"χώ","relation":"supplied","reason":"lost","line":33},{"subject":"ν ἄγ","relation":"supplied","reason":"lost","line":33},{"subject":"θαι χωρικὴν λ","relation":"supplied","reason":"lost","line":33},{"subject":"γίαν","relation":"supplied","reason":"lost","line":33},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":35},{"subject":"α","relation":"supplied","reason":"lost","line":37},{"subject":"ὶ","relation":"supplied","reason":"lost","line":37},{"subject":"γ","relation":"supplied","reason":"omitted","line":37},{"subject":"γ","relation":"supplied","reason":"omitted","line":38},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":39},{"subject":"α","relation":"supplied","reason":"omitted","line":41},{"subject":"λ","relation":"supplied","reason":"omitted","line":41},{"subject":"λ","relation":"supplied","reason":"omitted","line":42},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":42},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":42},{"subject":"γά","relation":"supplied","reason":"lost","line":43},{"subject":"ιτ","relation":"supplied","reason":"lost","line":43},{"subject":"κ","relation":"supplied","reason":"lost","line":44},{"subject":"δ","relation":"supplied","reason":"lost","line":44},{"subject":"κεῖσθ","relation":"supplied","reason":"lost","line":44},{"subject":"πα","relation":"supplied","reason":"lost","line":44},{"subject":"ρθ","relation":"supplied","reason":"lost","line":44},{"subject":"ι δὲ φανερῶς ὅπως τοὺς ἤδηι ἐξ","relation":"supplied","reason":"lost","line":44},{"subject":"γ","relation":"supplied","reason":"omitted","line":45},{"subject":"ς","relation":"supplied","reason":"lost","line":45},{"subject":"δ","relation":"supplied","reason":"lost","line":45},{"subject":"ένειν","relation":"supplied","reason":"lost","line":45},{"subject":"μεγάλως βαρύνεσθε· ἃς μὲν οὖν","relation":"supplied","reason":"lost","line":45},{"subject":"γ","relation":"supplied","reason":"omitted","line":46},{"subject":"λ","relation":"supplied","reason":"omitted","line":46},{"subject":"λλ","relation":"supplied","reason":"omitted","line":46},{"subject":"ῶ","relation":"supplied","reason":"lost","line":46},{"subject":"ν, οὐ διὰ κακουργήματα","relation":"supplied","reason":"lost","line":46},{"subject":"ἀλλὰ","relation":"supplied","reason":"lost","line":47},{"subject":"α ο","relation":"supplied","reason":"lost","line":47},{"subject":"ν εὗρον ἐκτεινόμενα","relation":"supplied","reason":"lost","line":47},{"subject":"οὐ","relation":"supplied","reason":"lost","line":48},{"subject":"λ","relation":"supplied","reason":"omitted","line":48},{"subject":"λ","relation":"supplied","reason":"omitted","line":48},{"subject":"λαβεῖν. διὸ κελεύωι","relation":"supplied","reason":"lost","line":48},{"subject":"το","relation":"supplied","reason":"lost","line":49},{"subject":"ρχιῶν γεωργοῖς","relation":"supplied","reason":"lost","line":49},{"subject":"κατ","relation":"supplied","reason":"lost","line":50},{"subject":"ἀγορῶν ἀπο","relation":"supplied","reason":"lost","line":50},{"subject":"λύωι","relation":"supplied","reason":"lost","line":51},{"subject":"υ","relation":"supplied","reason":"lost","line":51},{"subject":"γλ","relation":"supplied","reason":"omitted","line":51},{"subject":"ῆς ὁ","relation":"supplied","reason":"lost","line":51},{"subject":"μοιώσεως","relation":"supplied","reason":"lost","line":52},{"subject":"τος","relation":"supplied","reason":"lost","line":52},{"subject":"παρα","relation":"supplied","reason":"lost","line":53},{"subject":"μ","relation":"supplied","reason":"lost","line":53},{"subject":"δ’","relation":"supplied","reason":"lost","line":53},{"subject":"πο","relation":"supplied","reason":"lost","line":53},{"subject":"θήκ","relation":"supplied","reason":"lost","line":54},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":54},{"subject":"ὸ","relation":"supplied","reason":"lost","line":54},{"subject":"σ","relation":"supplied","reason":"omitted","line":54},{"subject":"ἴ","relation":"supplied","reason":"omitted","line":54},{"subject":"ον","relation":"supplied","reason":"lost","line":54},{"subject":"ἀποτίσ","relation":"supplied","reason":"lost","line":55},{"subject":"ε","relation":"supplied","reason":"lost","line":55},{"subject":"ς","relation":"supplied","reason":"lost","line":55},{"subject":"σι","relation":"supplied","reason":"lost","line":55},{"subject":"Νίλου, ἀ","relation":"supplied","reason":"lost","line":56},{"subject":"ο","relation":"supplied","reason":"omitted","line":56},{"subject":"ων, καίτοι","relation":"supplied","reason":"lost","line":56},{"subject":"σεῖν δὲ βούλ","relation":"supplied","reason":"lost","line":57},{"subject":"ς, εἰδότα","relation":"supplied","reason":"lost","line":57},{"subject":"έ","relation":"supplied","reason":"lost","line":57},{"subject":"νης γῆς, κα","relation":"supplied","reason":"lost","line":58},{"subject":"υ","relation":"supplied","reason":"lost","line":58},{"subject":"ομέ","relation":"supplied","reason":"lost","line":58},{"subject":"ενος αὐτήν","relation":"supplied","reason":"lost","line":58},{"subject":"τὸ κάθ","relation":"supplied","reason":"lost","line":59},{"subject":"ο","relation":"supplied","reason":"lost","line":59},{"subject":"κ","relation":"supplied","reason":"lost","line":59},{"subject":"λε","relation":"supplied","reason":"lost","line":59},{"subject":"ν χώρᾳ καὶ","relation":"supplied","reason":"lost","line":59},{"subject":"τῶι νομῷ","relation":"supplied","reason":"lost","line":60},{"subject":"ε","relation":"supplied","reason":"lost","line":60},{"subject":"τ","relation":"supplied","reason":"lost","line":60},{"subject":"αβ","relation":"supplied","reason":"lost","line":60},{"subject":"γὰρ ἐ","relation":"supplied","reason":"lost","line":60},{"subject":"ποτέ τις ποι","relation":"supplied","reason":"lost","line":60},{"subject":"ήσασθα","relation":"supplied","reason":"lost","line":61},{"subject":"μ","relation":"supplied","reason":"lost","line":61},{"subject":"πο","relation":"supplied","reason":"lost","line":61},{"subject":"λ","relation":"supplied","reason":"lost","line":61},{"subject":"ὸ","relation":"supplied","reason":"lost","line":61},{"subject":"αιον. τὸ","relation":"supplied","reason":"lost","line":61},{"subject":"καὶ π","relation":"supplied","reason":"lost","line":61},{"subject":"ύτοις προστε","relation":"supplied","reason":"lost","line":61},{"subject":"θέντ","relation":"supplied","reason":"lost","line":62},{"subject":"μη","relation":"supplied","reason":"lost","line":62},{"subject":"έ","relation":"supplied","reason":"omitted","line":62},{"subject":"ρων","relation":"supplied","reason":"lost","line":62},{"subject":"θ","relation":"supplied","reason":"lost","line":62},{"subject":"ἐ","relation":"supplied","reason":"omitted","line":62},{"subject":"μένω","relation":"supplied","reason":"lost","line":62},{"subject":"ῶ","relation":"supplied","reason":"lost","line":62},{"subject":"τινες ὥστε","relation":"supplied","reason":"lost","line":62},{"subject":"ἐκπράσ","relation":"supplied","reason":"lost","line":63},{"subject":"ὐδὲν","relation":"supplied","reason":"lost","line":63},{"subject":"ο","relation":"supplied","reason":"lost","line":63},{"subject":"ποί","relation":"supplied","reason":"lost","line":63},{"subject":"ατικ","relation":"supplied","reason":"lost","line":63},{"subject":"ν ἀνθρώ","relation":"supplied","reason":"lost","line":63},{"subject":"ρίψεως, Καί","relation":"supplied","reason":"lost","line":63},{"subject":"σαρι Σ","relation":"supplied","reason":"lost","line":64},{"subject":"βα","relation":"supplied","reason":"lost","line":64},{"subject":"ι","relation":"supplied","reason":"lost","line":64},{"subject":"ὐ","relation":"supplied","reason":"lost","line":64},{"subject":"ωι μ","relation":"supplied","reason":"lost","line":64},{"subject":"ν ὅ","relation":"supplied","reason":"lost","line":64},{"subject":"ένω","relation":"supplied","reason":"lost","line":64},{"subject":"οσχερ","relation":"supplied","reason":"lost","line":64},{"subject":"ἐ","relation":"supplied","reason":"lost","line":64},{"subject":"ειν, οὗ εἰσι","relation":"supplied","reason":"lost","line":64},{"subject":"αἴτι","relation":"supplied","reason":"lost","line":65},{"subject":"μ","relation":"supplied","reason":"lost","line":65},{"subject":"η","relation":"supplied","reason":"lost","line":65},{"subject":"εὐ","relation":"supplied","reason":"lost","line":65},{"subject":"το","relation":"supplied","reason":"lost","line":65},{"subject":"υ Λουκ","relation":"supplied","reason":"lost","line":65},{"subject":"υ","relation":"supplied","reason":"lost","line":65},{"subject":"Γάλ","relation":"supplied","reason":"lost","line":66},{"subject":"σ","relation":"supplied","reason":"lost","line":66},{"subject":"π","relation":"supplied","reason":"lost","line":66},{"subject":"ι","relation":"supplied","reason":"lost","line":66},{"relation":"apparatus_note","line":"2","note":"(ἔτους) βʹ … ⟨Σ⟩εβαστοῦ ⟨Σ⟩ουλπικίου — The strategos' covering note is dated to year 2 of Galba; the cutter twice omitted Σ in the emperor's name, supplied by the editors."},{"relation":"apparatus_note","line":"3","note":"Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει — The edict proper begins, with the prefect's name and the formula légei — 'proclaims'."},{"relation":"apparatus_note","line":"7","note":"εὐεργέτου Σεβαστοῦ Αὐτοκράτορος Γάλβα — Galba is named as 'benefactor' — the edict was issued days into his reign, in July AD 68."},{"relation":"apparatus_note","line":"30","note":"πρα{χ}θέντων — The cutter wrote πραχθέντων; the editors bracket the surplus Χ, reading πραθέντων ('sold')."},{"relation":"apparatus_note","line":"33","note":"[χώ]ρᾳ … [χωρικὴν λ]ειτουρ[γίαν] — The clause exempting the native Alexandrians who farm in the countryside from rural liturgies; heavily restored from the abraded stone."},{"relation":"apparatus_note","line":"35","note":"τὰς στρατηγίας … πρὸς τριετίαν — The offices of strategos are to be held for a fixed three-year term — a notable measure of administrative regularity."},{"relation":"apparatus_note","line":"66","note":"ἔτους πρώτου … Γάλβα … Ἐπεῖφι ιβʹ — The closing date: year 1 of Galba, Epeiph 12 = 6 July AD 68."}],"translation":"The Edict of Ti. Iulius Alexander — translation Covering note; the prefect's programme (ll. 1–10) Iulius Demetrius, strategos of the Oasis of the Thebaid. I have appended for you the copy of the edict sent to me by the lord prefect Tiberius Iulius Alexander, that, knowing it, you may enjoy its benefits. Year 2 of Lucius Livius Augustus Sulpicius Galba Imperator, Phaophi 1, the day Iulia Augusta. — Tiberius Iulius Alexander proclaims: Taking every care that the city should continue in its proper good order, enjoying the benefits it has from the Augusti, and that Egypt, abiding in tranquillity, should serve cheerfully the food-supply and the fullest prosperity of these present times, not weighed down by new and unjust exactions — almost from the moment I set foot in the city I have been cried out to by petitioners, in small groups and in crowds, both the most respectable men here and the farmers of the countryside, complaining of the abuses lately committed; and I have not ceased, so far as lay in my power, to set right what was urgent. And, that you may be of better cheer and hope for everything — both for your safety and for your enjoyment — from the benefactor Augustus Imperator Galba, who has dawned upon us for the salvation of the whole race of mankind, and that you may know that I have taken thought for what concerns your relief, I have of necessity set out in writing my ruling on each of the matters in question, so far as it is permitted me to judge and to act; the greater matters, which need the power and majesty of the Imperator, I shall make known to him with all truth — the gods having reserved for this most sacred season the security of the inhabited world. No compulsion into tax-farming or leases (ll. 11–15) For I have learned, before all else, that your petition is most reasonable — that men should not be dragged unwillingly and by force into tax-farming or into other leases of the imperial estates, against the common custom of the provinces; and that it has done no small harm to affairs that many men, inexperienced in such business, have been brought to it under compulsion, the taxes being imposed upon them. I myself, therefore, have neither brought anyone into a tax-farming or a lease against his will, nor shall I, knowing that it is to the advantage of the imperial revenues too that capable men should transact business willingly and with zeal. And I am persuaded that for the future no one will force tax-farmers or lessees unwillingly, but will let the contracts out to those willing to come forward of their own accord — keeping rather to the perpetual custom of the former prefects than imitating the temporary injustice of any individual. Imprisonment for debt forbidden; contracts secured (ll. 16–25) Since some men, on the pretext of public debts, have taken over also the private debts owed to others, and have committed certain persons to the debtors' prison and to other places of custody — which I know to have been abolished for this very reason, that the exaction of debts should be made from property and not from persons — following the will of the god Augustus, I order that no one, on the pretext of public debts, shall have made over to him by others debts which he did not himself lend in the first place; and that no one whatever shall shut up free men in any custody whatever, unless he be a malefactor, nor in the debtors' prison, except those liable to the imperial account. And, that the name of the public revenues may nowhere burden men's dealings with one another, nor that those who abuse the right of prior exaction where they ought not should undermine the common credit, I have of necessity made proclamation about this also. For it has often been reported to me that certain men have tried to take away hypothecs lawfully constituted, and to exact again, by force, debts already repaid, from those who had received the payment, and to make purchases void, tearing from the buyers the things bought — on the ground that they had dealt with men who had received transport-goods from the fiscus, or with strategoi, or with men of business, or with others liable to the public account. I order, therefore, that if hereafter any procurator of the lord, or any steward, holds suspect any of those engaged in public business, either his name shall be detained, or it shall be proscribed so that no one may contract with him, or parts of his property shall be detained for the debt in the public record-offices. But if anyone has lawfully lent money, taking a hypothec, to a man whose name has not been detained and whose property has not been seized, or has recovered in advance what he lent, or has bought something from him, the name and the property not being detained, he shall have no trouble. For the dowries, since they are another's and not the property of the husbands who received them, both the god Augustus ordered, and the prefects have ordered, to be repaid to the women from the fiscus — women whose right of prior exaction must be kept secure. Exemptions upheld; Alexandrians and the strategiai (ll. 26–35) I was petitioned also concerning the tax-exemptions and the reduced assessments, among which are the revenue-lands, the petitioners asking that these be maintained — as the god Claudius granted release in his letter to Postumus — and saying that afterward the things done by private persons in the intervening time, after Flaccus had condemned them and before the god Claudius granted release, had been condemned. Since, then, Balbillus too and Vestinus granted these releases, I maintain the rulings of both prefects, they too having followed the grace of the god Claudius, so that whatever has not yet been exacted from these is released — it being clear that the exemption and the reduced assessment are kept for them for the future. And concerning the lands of the account of Caesar sold in the intervening time, on which rents had been condemned, as Vestinus ordered that the proper dues be paid, I too confirm it, having released whatever had not yet been exacted and ruling that for the future they remain on the proper terms; for it is unjust that men who have bought lands, and paid their price, should be required, like public farmers, to pay rents for their own ground. It is in keeping, too, with the graces of the Augusti that the native Alexandrians who dwell in the countryside for the sake of husbandry should not be drawn into any rural liturgy. This you have often requested, and I myself maintain it — that no one of the native Alexandrians be drawn into rural liturgies. And I shall take care to entrust the offices of strategos, after the assize, for a three-year term to those who shall be appointed. No re-trial of acquitted matters; the informers curbed (ll. 36–44) And in general I order that, as often as a prefect has already, upon judging a man brought before him, acquitted him, the matter shall no longer be brought to the assize. And if two prefects have been of the same mind, then the accountant too is to be punished who brings the same matters to the assize — doing nothing else but leaving himself and the other men of business a pretext for extortion. Many indeed have asked rather to give up their own properties than to pay out more than their value, because at each assize the same matters are brought to trial. And I rule the same concerning the matters brought under the Special Account: so that, if anything once judged has been, or shall be, released by the official set over the Special Account, it shall no longer be permitted to that accuser to lay an information about it, nor shall it be brought to trial — or he who does this shall, without remission, be fined. For there will be no end of malicious prosecutions if matters already released are pursued until someone condemns them. And, the city having now become almost uninhabitable through the multitude of informers, and every household thrown into confusion, I order of necessity that, if any of the accusers in the Special Account brings in a case as advocate for another, he shall be required to produce the man who laid the information, so that he too be not without risk; and if a man, having brought three cases in his own name, fails to prove them, he shall no longer be permitted to accuse, but half his estate shall be confiscated. For it is most unjust that a man who brings dangers upon many, over their properties and their civic standing, should himself be for ever unaccountable. Relief for the farmers; the accountants curbed (ll. 45–58) And in general I shall order the rule-book of the Special Account to be deposited, having corrected the innovations made contrary to the graces of the Augusti; and I shall proclaim openly how I have punished, as was fitting, the informers already convicted. I am not unaware that you take great thought also that Egypt should continue in tranquillity, by which you are greatly burdened; what supplies you have, I have set right, so far as it was possible. For the farmers throughout the whole country petitioned me often, and made plain that many new condemnations had been laid upon them — not for crimes, but for payments in grain and in money — and that it is not lawful for whoever wishes to introduce, lightly, some new general charge. These and the like condemnations I found extending not over the Thebaid alone, nor over the distant nomes of the lower country, but reaching even the suburbs of the city — the territory called of the Alexandrians, and the Mareotis. I therefore order the strategoi of the several nomes that, if in the last five years anything not previously paid has been newly condemned — generally or collectively — against the farmers of nomes or toparchies, they shall restore these to their former order, remitting the exaction of them; and whatever has been brought to the assize, I release. I forbade, even before this, the immoderate power of the accountants, because all men cried out against them for entering most things by analogy — whence it came about that they made money for themselves while Egypt was being laid waste. And now I charge the same men to enter nothing by analogy, nor indeed anything else generally, without the prefect's judgment; and I order the strategoi also to take nothing from the accountants without the prefect's authorization. And the other men of business, too, if they be found to have entered anything false or contrary to what is due, shall both repay to the private persons whatever was wrongly exacted and pay an equal sum into the public treasury. Of the same malpractice is the so-called assessment 'by synopsis' — made not against the actual rise of the Nile, but by comparison with certain earlier risings — whereas nothing seems more just than the truth itself. The Nile-flood assessment; no re-measurement; the close (ll. 59–66) I wish men to take heart, and to farm with zeal, knowing that the exaction will be according to the truth of the actual rise of the Nile and of the land that has been flooded, and not by the malicious entry of those who assess 'by synopsis'. And if anyone be convicted of having falsified it, he shall pay back threefold what he held. As for those who took fright on hearing of a re-measurement of the ancient land in the territory of the Alexandrians and in the Menelaite nome — into which a measuring-cord was never brought — let them not be needlessly afraid; for no one has ever dared to make the measurement, nor shall any make it: the right of it, from of old, ought to remain. And I rule the same concerning the accretions added to these lands, that nothing be innovated upon them. As for the older declarations, with which you have been pressed — by which certain men, to exact or to assess, have many times gained nothing more than money for the men of business and the grinding-down of the people — I shall write to Caesar Augustus Imperator, together with the other matters, all that I make known to him, the one man able to cut off such things wholly, whose unceasing benefaction and forethought are the cause of the safety of us all. Year 1 of Lucius Livius Galba Caesar Augustus Imperator, Epeiph 12.","integrity":{"base_text_sha256":"8eb6cc9569eb85b033baf02f6b5d68171c7cada9ce8f9077797213dc9186adda","generated_by":"scripts/build_delivery_json.py"}}
