{"what":"machine-readable delivery copy of a magalia.wiki critical edition (archival master: TEI/EpiDoc; do not edit — regenerated by script)","source":{"title":"The Cyrene Edicts of Augustus","id":"cyrene-edicts","languages":["grc","en"],"editions":["J. M. Reynolds, Inscriptions of Roman Cyrenaica (IRCyr2020), C.101 — the EpiDoc edition followed here for the Greek text.","Supplementum Epigraphicum Graecum IX 8 (Hondius, 1938); L'Année épigraphique 1927, 166.","F. de Visscher, Les édits d'Auguste découverts à Cyrène, Louvain 1940 (repr. Osnabrück 1965) — the standard edition, against which the text was collated.","J. G. C. Anderson, ‘Augustan Edicts from Cyrene’, Journal of Roman Studies 17 (1927), 33–48 — the first publication.","S. Riccobono, Fontes Iuris Romani Antejustiniani I², Florence 1941, 403–414, no. 68 (with the Latin translation by Oliverio).","R. K. Sherk, Roman Documents from the Greek East, Baltimore 1969, 174–182, no. 31.","J. H. Oliver, Greek Constitutions of Early Roman Emperors, Philadelphia 1989, nos. 8–12.","V. Ehrenberg & A. H. M. Jones, Documents Illustrating the Reigns of Augustus and Tiberius, Oxford 1955, 139–143, no. 311."],"master":"cyrene-edicts_epidoc.xml","edition_page":"/matrix-hub/governance/cyrene-edicts.html"},"base_text":"Αὐτοκράτωρ Καῖσαρ Σεβαστὸς ἀρχιερεὺς δημαρχικῆς\nἐξουσίας ἑπτακαιδέκατον Αὐτοκράτωρ τεσ[σ]ερασκαιδέκατον\nλέγει\nἐπειδὴ τοὺς πάντας εὑρίσκω Ῥωμαίους ἐν τῆι περὶ Κυρήνην\nἐπαρχήαι πέντε καὶ δέκα καὶ διακοσίους ἐκ πάσης ἡ[λ]ικίας\nδισχειλίων καὶ πεντακοσίων διναρίων ἢ μείζω τίμησιν ἔχοντας,\nἐξ ὧν εἰσιν οἱ κριταί, καὶ ἐν αὐτοῖις τούτοις εἶναί τινας συνωμοσίας\nαἱ πρεσβῆαι τῶν ἐκ τῆς ἐπαρχήας πόλεων ἀπω[δ]ύραντο τὰς ἐπιβαρού-\nσας τοὺς Ἕλληνας ἐν ταῖς θανατηφόροις δίκαις, τῶν αὐτῶν ἐμ μέρει κα-\nτηγορούντων καὶ μαρτυρούντων ἀλλήλοις, κἀγὼ δὲ αὐτὸς ἔγνωκα ἀ-\nναιτίους τινὰς τῶι τρόπῳ τούτῳ καταβεβαρημένους καὶ ἐς τὴν ἐσχά-\nτην ἠγμένους τιμ[ω]ρίαν, ἄχρι ἂν ἡ σύνκλητος βουλεύσηται περὶ τούτου\nἢ ἐγὼ αὐτὸς ἄμεινον εὕρω τι, δοκοῦσί μοι καλῶς καὶ προσηκόντως ποιήσειν\nοἱ τὴν Κρητικὴν καὶ Κυρηναϊκὴν ἐπαρχήαν καθέξοντες προτιθέντες ἐν τῆι κατὰ\nΚυρήνην ἐπαρχήιαι τὸν ἴσον ἀριθμὸν Ἑλλήνων κριτῶν ἐκ τῶν μεγίστων τιμημά-\nτων ὅσον καὶ Ῥωμαίων, μη[δ]ένα νεώτερον πέντε καὶ εἴκοσι ἐτῶν, μήτε Ῥωμαῖον μή-\nτε Ἕλληνα, μη[δ]ὲ ἔλασ[σ]ον ἔχον[τ]α τίμημα καὶ οὐσίαν, ἄν γε εὐπορία τοιούτων ἀν-\nθρώπων ἦι, δειναρίων ἑπτακισχειλίων καὶ πεντακοσίων, ἤ, ἂν τούτωι τῶι τρόπωι\nμὴ δύνηται συνπληροῦσθαι ὁ ἀριθμὸς τῶν ὀφειλόντων προτίθεσθαι κριτῶν, τοὺς\nτὸ ἥμισυ καὶ μὴ ἔλασ[σ]ον τούτου τοῦ τιμ[ήμ]ατος ἔχοντας προτιθέτωσαν κριτὰς ἐν\nτοῖς θανατηφόροις τῶν Ἑλλήνων κριτηρίοις. Ἐὰν δὲ Ἕλλην κρινόμε-\nνος, πρὸ μιᾶς ἡμέρας ἢ τὸν κατήγορον ἄρξασθαι λέγειν, δοθείσης ἐξου-\nσίας αὐτῷ πότερον ἅπαντας βούλεται κριτὰς αὐτῶι Ῥωμαίους εἶναι ἢ τοὺς\nἡμίσους Ἕλληνας, ἕληται τοὺς ἡμίσεις Ἕλληνας, τότε σηκωθεισῶν τῶν\nσφαιρῶν καὶ ἐπιγραφέντων αὐταῖς τῶν ὀνομάτων, ἐγ μὲν τοῦ ἑτέρου κλη-\nρωτηρίου τὰ τῶν Ῥωμαίων ὀνόματα, ἐγ δὲ τοῦ ἑτέρου τὰ τῶν Ἑλλήνων κληρο[ύ]-\nσθω, ἕως ἂν αν ἐφ’ἑκατέρου γένους ἀνὰ εἴκοσι πέντε ἐκπληρωθῶσιν, ὧν ἀνὰ ἕ-\nνα ἐξ [ἑ]κατέρου γένους ὁ διώκων, ἂν βούληται, ἀπολεγέτω, τρῖς δὲ ἐξ ἁπάντων\n[ὁ] φεύγων, ἐφ’ὧι οὔτε [Ῥ]ωμαίους πάντας οὔ[τ]ε Ἕλληνας πάντας ἀπολέξει· εἶτα οἱ\nἄλλοι πάντες ἐπὶ τὴν ψηφοφορίαν ἀπολυέσθωσαν καὶ φερέτωσαν ἰδίαι μὲν εἰς ἑτέ-\nραν κίστην οἱ Ῥωμαῖοι τὴν ψῆφον, ἰδίαι δὲ οἱ Ἕλληνες εἰς ἑτέραν· εἶτα, γενομένης ἰδί-\nαι τῆς διαριθμήσεως τῶν ἑκατέρωθεν ψήφων, ὅ τι ἂν οἱ πλείους ἐξ ἁπάντων δικάσω-\nσιν, τοῦτο ἐμφανῶς ὁ στρατηγὸς ἀποφαινέσθω. καὶ ἐπ[εὶ] τοὺς ἀδίκους θανάτους ὡ-\nς [τ]ὸ πολὺ οἱ προσήκον[τ]ες τοῖς ἀπολωλόσιν οὐκ ἀτειμωρήτους περιορῶσιν, εἰκός τέ ἐστιν\nτοῖς ἐνόχοις μὴ ἐνλίψειν Ἕλληνας κατηγόρους τοὺς δίκην ὑπὲρ τῶν ἀπολωλότων\nοἰκήων ἢ πολειτῶν πραξομένους, ὀρθῶς καὶ προσηκόντως μοι δοκοῦσιν ποιή-\nσειν ὅσοι Κρήτης καὶ Κυρήνης στρατηγήσουσιν, εἰ ἐν τῇ κατὰ Κυρήνην ἐπαρχήαι ὑπὲρ\nἝλληνος ἀνδρὸς ἢ γυναικὸς ἀναιρέσεως μὴ προσίοιντο κατήγορον Ῥωμαῖον Ἕλλη-\nνος, πλὴν εἰ μή τις Ῥωμαιότητι τετειμημένος ὑπέρ τινος τῶν οἰκήων ἢ πο-\nλειτῶν θανάτου δικάζοιτο.\nΑὐτοκράτωρ Καῖσαρ Σεβαστὸς ἀρχιερεὺς μέγιστος δημαρχικῆς ἐξουσίας νννν ΙΘ νννννννν λέγει. vacat spatium unius versus Δόγμα συγκλήτου τὸ ἐπὶ Γαίου Καλουισίου καὶ Λευκίου Πασσιήνου ὑπάτων κυρωθὲν ἐμοῦ παρόντος καὶ συνεπιγραφομένου, ἀνῆκον δὲ εἰς τὴν τῶν τοῦ δήμου τοῦ Ῥωμαίων συμμάχων ἀσφάλειαν, ἵνα πᾶσιν ᾖ γνωστόν, ὧν κηδόμεθα, πέμπειν εἰς τὰς ἐπαρχίας διέγνων καὶ τῷ ἐμῷ προγράμματι ὑποτάσσειν…\nΑὐτοκράτωρ Καῖσαρ Σεβαστὸς ἀρχιε-\nρεὺς δημαρχικῆς ἐξουσίας τὸ ἑπτακαιδέκατον λέγει· φθόνος ψόγος\nτε εἶναι Ποπλίωι Σεξστίωι Σκεύαι οὐκ ὀφείλει, ὅτι Αὖλον Στλάκκιον Λευ-\nκίου υἱὸν Μάξιμον καὶ Λεύκιον Στλάκκιον Λευκίου υἱὸν Μακεδόνα καὶ Πόπλι-\nον Λακουτάνιον Ποπλίου ἀπελεύθερον Φιλέρωτα, ἐπειδὴ ἑατοὺς οὗτοι,\nὃ πρὸς τὴν ἐμὴν σωτηρίαν τά τε δημόσια πράγματ[α] ἀνῆκεν, ἐπίστασθαι καὶ\nβούλεσθαι εἰπεῖν ἔφησαν, δεσμίους πρός με ἐκ τῆς Κυρηναϊκῆς ἐπαρχήας α\nἀναπεμφθῆναι ἐφρόντισεν· τοῦτο γὰρ ἐποίησεν Σέξστιος καθηκόντως καὶ ἐ-\nπιμελῶς. Λοιπὸν ἐπειδὴ τῶν πρὸς ἐμὲ καὶ τὰ δημόσια πράγματα ἀνηκόν-\nτων οὐδὲν γεινώσκουσ[ι], [τ]οῦτο δὲ ἐν τῆι ἐπαρχήαι εἶπαν ἑατοὺς πε-\nπλάσθαι καὶ ἐψεῦσθαι φανερὸν ἐποίησάν μοι, ἐλευθερωθέντας\nαὐτοὺς ἐκ τῆς παραφυλακῆς ἀφείημι. Αὖλον δὲ Στλάκκιον\nΜάξιμον, ὃν Κυρηναίων οἱ πρέσβεις αἰτιῶνται ἀνδριάντας ἐκ τῶν\nδημοσίων τόπων ἠρκέναι, ἐν οἷς καὶ τὸν ὧι ἡ πόλεις τὸ ἐμὸν ὄνομα ὑπέγραψεν, ἕως\nς ἂν περὶ τούτου τοῦ πράγματος διαγνῶ, ἀπελθεῖν ἄνευ τῆς ἐμῆς ἐπιταγῆς κω-\nλύω.\nΑὐτοκράτωρ Καῖσαρ Σεβαστὸς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας\nτὸ ἑπτακαιδέκατον ι λέγει· εἴ τινες ἐκ τῆς Κυρηναϊκῆς ἐπαρχή-\nας πολειτήαι τετείμηνται, τούτους λειτουργεῖν οὐδὲν ἔλασ[σ]ον ἐμ μέρει τῷ τῶν\nἙλλήνων σώματι κελεύω, ἐκτὸς τ[ο]ύτιων οἷς κατὰ νόμον ἢ δόγμα συνκλή[του] [ἢ]\nτῶι τοῦ πατρός μου ἐπικρίματι ἢ τῶι ἐμῶι ἀνεισφορία ὁμοῦ σὺν τῆι πολειτήαι\nδέδοται· καὶ τούτους αὐτούς, οἷς ἡ ἀνεισφορία δέδοται, τούτων τῶν πρα-\nγμάτων εἶναι ἀτελεῖς ὧν τότε εἶχον ἀρέσκει μοι, ὑπὲρ δὲ τῶν ἐπικτήτων\nπάντων τελεῖν τὰ γεινόμενα.\nΑὐτοκράτωρ Καῖσαρ Σεβαστὸς ἀρχιε-\nρεὺς δημαρχικῆς ἐξουσίας τὸ ἑπτακαιδέκατον λέγει· αἵτινες\nἀμφισβητήσ[ε]ις ἀνὰ μέσον Ἑλλήνων ἔσονται κατὰ τὴν Κυρηναϊκὴν ἐπαρχήαν,\nὑπεξειρημένων τῶν ὑποδίκων κεφαλῆς, ὑπὲρ ὧν ὃς ἂν τὴν ἐπαρχήαν διακατέχῃ\nαὐτὸς διαγεινώσκειν κ[αὶ] ἱστάναι ἢ συνβούλιον κριτῶν παρέχειν ὀφείλει,\nὑπὲρ δὲ τῶν λοιπῶν πραγμάτων πάντων Ἕλληνας κριτὰς δίδοσθαι ἀρέσκει, εἰ μή τις\nἀπαιτούμενος ἢ ὁ εὐθυνόμενος πολείτας Ῥωμαίων κριτὰς ἔχειν βούληται· ὧν δ’ἀνὰ\nνα μέσον ἐκ τοῦδε τοῦ ἐμοῦ ἐπικρίματος Ἕλλην[ε]ς κριταὶ δοθήσονται, κριτὴν δίδοσθαι\nοὐκ ἀρέσκει ἐ[ξ] ἐκείνης τῆς πόλεως οὐδὲ ἕνα ἐξ ἧς ἂν ὁ διώκων ἢ ὁ εὐθύνων ἔσται ἢ ἐκεῖ-\nνος ὁ π ἀπαιτούμενος ἢ ὁ εὐθυνόμενος.\nΑὐτοκράτωρ Καῖσαρ Σεβαστὸς ἀρχιερεὺς μέγιστος\nδημαρχικῆς ἐξουσίας ιθ λέγει·\nδόγμα συνκλήτου τὸ ἐπὶ Γαΐου Καλουισίου καὶ Λευκίου\nΠασσιήνου ὑπάτων κυρωθὲν ἐμοῦ παρόντος καὶ συν-\nεπιγραφομένου, ἀνῆκον δὲ εἰς τὴν τῶν τοῦ Δήμου τοῦ\nῬωμαίων συμμάχων ἀσφάληαν, ἵνα πᾶσιν ᾖ γνωστὸν\nὧν κηδόμεθα, πέμπειν εἰς τὰς ἐπαρχήας διέγνων καὶ τῶι\nἐμῶι προγράμματι ὑποτάσσειν, ἐξ οὗ δῆλον ἔσται πᾶσιν\nτοῖς τὰς ἐπαρχήας κατοικοῦσιν ὅσην φροντίδα ποιούμε-\nθα ἐγώ τε καὶ ἡ σύνκλητος τοῦ μηδένα τῶν ἡμῖν ὑποτασ[σ]ο-\nμένων παρὰ τὸ προσῆκόν τι πάσχιν ἢ εἰσπράτ[τ]εσθαι.\nΔόγμα συνκλήτου·\nὑπὲρ ὧν Γάϊος Καλουίσιος Σαβεῖνος Λεύκιος Πασσιῆ-\nνος Ῥοῦφος ὕπατοι λόγους ἐποιήσαντο περὶ ὧν\nΑὐτοκράτωρ Καῖσαρ Σεβαστός, ἡγεμὼν ἡμέτερος,\nἐκ ξυμβουλίου γνώμης ὃ ἐκ τῆς συνκλήτου κληρωτὸν ἔσχεν,\nἀνενεχθῆναι δι’ἡμῶν ι πρὸς τὴν βουλὴν ἠθέλησεν, ἀνηκόντων\nἐς τὴν τῶν συμμάχων τοῦ Δήμου τοῦ Ῥωμαίων ἀσφάλειαν, ἔδο-\nξε τῆι βουλῆι· τῶν προγόνων τῶν ἡμετέρων δίκας χρημάτων\nἀπαιτήσεως νομοθετησάντων, ὅπως ῥᾷον οἱ σύμμαχοι ὑ-\nπὲρ ὧν ἂν ἀδικηθῶσιν ἐπεξελθεῖν καὶ κομίσασθαι χρήματα ἀφαι-\nρεθέντες δύνωνται, ὄντος δὲ τοῦ γένους τῶν τοιούτων δικασ-\nτηρίων ἔστιν ὅτε βαρυτάτου καὶ ἀηδεστάτου αὐτοῖς δι’οὓς ἐγρά-\nφη ὁ νόμος, τῶν ἐπαρχηῶν μακρὰν ἀπεχουσῶν ἕ[λ]κεσθαι μάρτυ-\nρας πένητας ἀνθρώπους καί τινας ἀσθ[ε]νῖς διὰ νόσον ἢ διὰ γῆρας, ἀρέσ-\nκει τῆι βουλῆι, ἐάν τινες τῶν συμμάχων μετὰ τὸ γενέσθαι τοῦτο τὸ\nδόγμα τῆς συνκλήτου χρήματα δημοσίαι ἢ ἰδίαι πραχθέντες ἀπαι-\nτεῖν βουληθῶσιν, χωρὶς τοῦ κεφαλῆς εὐθύνειν τὸν εἰληφότα, καὶ ὑπὲρ\nτούτων καταστάντες ἐνφανίσωσι τῶν ἀρχόντων τινί, ὧι ἐφεῖται συν[ά]-\nγειν τὴν σύγ[κλ]ητον, τούτους τὸν ἄρχοντα ὡς τάχιστα πρὸς τὴν βουλήν\nπροσαγαγεῖν καὶ συνήγορον, ὃ[ς] ὑπὲρ αὐτῶν ἐρεῖ ἐπὶ τῆς η συνκλήτου, ὃν ἂ[ν]\nαὐτοὶ αἰτήσωσιν, διδόναι· ἄκων δὲ μὴ συνηγορείτω ὧι ἐκ τῶν νόμων παρ-\nαίτησις ταύτης τῆς λειτουργίας δέδοται. Ὧν ἂν ἐν τῇ συνκλήτωι αἰ-\nτίας ἐπιφέρουσιν, ἀκουσθῶσιν, ὅπως ἄρχων, ὃς ἂν αὐτοῖς πρόσοδον εἰς τὴν\nσύνκλητον δῶι, αὐθημερὸν παρούσης τῆς βουλῆς, ὥστε μὴ ἐλάττους διακο-\nσίων εἶναι, κληρούσθωι ἐκ πάντων τῶν ὑπατικῶν τῶν ἢ ἐπ’αὐτῆς τῆς Ῥώμης\n[ἢ] ἐντὸς εἴκοσι μειλίων ἀπτὸ τῆς πόλεως ὄντων τέσσαρ[α]ς· ὁμοίως ἐκ τῶν στρατη-\n[γ]ικῶν πάντων τῶν ἐπ’αὐτῆς τῆς Ῥώμης ἢ ἐντὸς εἴκοσι μειλίων ἀπὸ τῆς πόλε-\n[ω]ς ὄντων τρῖς· ὁμοίως ἐκ τῶν ἄλλων συνκλητικῶν ἢ οἷς ἐπὶ τῆς συνκλήτου γνώ-\nμην ἀποφαίνεσθαι ἔξεστιν πάντων, οἳ ἂν τότε ἢ ἐπὶ Ῥώμης ἢ ἔνγειον εἴκοσι\nμειλίων τῆς πόλεως ὦσιν, δύο· κληρούσθω δὲ μηθένα, ὃς ἂν ἑβ[δ]ομήκοντα ἢ\nπλείω ἔτη γεγονὼς ἦι ἢ ἐπ’ἀρχῆς ἢ ἐπ’ἐξουσίας τεταγμένος ἢ ἐπιστάτης κριτη-\nρίου ἢ ἐπιμελητὴς σειτομετρίας ἢ ὃν ἂν νόσος κωλύηι ταύτην τὴν λειτουργίαν\nλειτουργεῖν ἀντικρὺς τῆς συνκλήτου ἐξομοσάμενος καὶ δοὺς ὑπὲρ τούτου\nτρεῖς ὀμνύντας τῆς βουλῆς ἄνδρας, ἢ ὃς ἂν συνγενείαι ἢ οἰκηότητι προσή-\nκηι αὐτῶι ὥστε νόμωι Ἰουλίωι τῶι δικαστικῶι μαρτυρεῖν ἐπὶ δημοσίου δικαστη-\nρίου [ἄ]κων μὴ ἀναγκάζεσθαι, ἢ ὃν ἂν ὁ εὐθυνόμενος ὀμόσηι ἐπὶ τῆς συνκλήτου\nἐχθρὸν ἑατῶι εἶναι, μὴ [π]λείονας δὲ ἢ τρεῖς ἐξομνύσθω. Οἳ ἂν ἐννέα τοῦ-\nτον τὸν τρόπον λάχωσιν, ἐκ τούτων ἄρχων, ὃς ἂν τὸν κλῆρον ποιήσηται, φροντι-\nζέτω, ὅπως ἐντὸς δυεῖν ἡμερῶν οἱ τὰ χρήματα μεταπορευόμενοι καὶ ἀφ’οὗ ἂν\nμεταπορεύωνται ἀνὰ μέρος ἀπολέγωνται, ἕως ἂν πέντε ὑπολειφθῶσιν.\nὋς ἂν τῶν κριτῶν τούτων, πρὶν ἂν κριθῆι τὸ πρᾶγμα, ἀποθάνηι, ἢ ἄλλη τις αἰτία διακωλύ-\nσῃ αὐτὸν κρίνειν, οὗ ἂν παραίτησις δοκιμασθῆι, ὀμοσάντων πέντε ἀνδρῶν τῶν ἐ-\nκ τῆς βουλῆς, τότε ὁ ἄρχων παρόντων τῶν κριτῶν καὶ τῶν τὰ χρήματα μεταπορευ-\nομένων καὶ τούτου παρ’οὗ ἂν μεταπορεύωνται, ἐπικληρούσθω ἐκ τούτων τῶν\nἀνδρῶν, οἳ ἂν τῆς αὐτῆς τάξεως ὦσιν, καὶ τὰς αὐτὰς ἄρξαντ[ε]ς ἀρχὰς, ἣν ἂν τύ-\nχῃ ἄρξας ἐκεῖνος εἰς τοῦ τὸν τόπον ἐπικληροῦται, ἐφ’ὧι μὴ ἐπικληρώ-\nσεται ἄνδρα ὃν κληροῦσθαι κατὰ τοῦ εὐθυνομένου τούτῳ τῷ δόγματι τῇ συν-\nκλήτῳ οὐκ ἔξεστιν. οἱ δὲ αἱρεθέντες κριταὶ περὶ τούτων μόνον ἀκουέ-\nτωσαν καὶ διαγεινωσκέτωσαν περὶ ὧν ἄν τις εὐθύνηται δημοσίαι ἢ ἰδίαι νε-\nνοσφισμένος , καὶ ὅσον ἂν κεφάλαιον χρήματος οἱ εὐθύνοντες ἀποδε[ί]-\nξωσιν ἀπενηνέχθαι ἑαυτῶν ἰδία δημοσίαι, τοσοῦτον ἀποδιδόναι κελευέτω-\nσαν, ἐφ’ὧι ἐντὸς τριάκοντα ἡμερῶν οἱ κριταὶ κρινοῦσιν. Οὓς ἂν δέῃ ὑπὲρ\nτούτων διαγεινώσκειν καὶ γνώμην ἀποφαίνεσθαι, οὗτοι μέχρι ὅτου ἂν διαγνῶσιν καὶ\nτὴν γνώμην ἀποφήνωνται πάσης λειτουργίας δημοσίας ἐκτὸς ἱερῶν δημοσί-\nων παρίσθωσαν. Ἀρέσκειν δὲ τῆι βουλῆι τὸν ἄρχοντα τὸν τὴν κλήρωσιν\nτῶν δικαστῶν ποιήσαντα ἤ, εἰ μὴ οὗτος δύναιτο, τῶν ὑπάτων τόν τε προηγοροῦν-\nτα ταύτης τῆς διαίτης προΐστασθαι καὶ καταγγέλ[λ]ιν μάρτυσιν τοῖς ἐπὶ τῆς Ἰτα-\nλίας οὖσιν ἐ[ξ]ουσίαν διδόναι, ἐφ’ὧι τῶι μὲν ἰδίαι τι μεταπορευομένωι μὴ πλείο-\nσιν πέντε, τοῖς δὲ δημοσίαι μὴ πλείοσιν [δ]έκα καταγγεῖλαι ἐπιτρέψει.\nὉμοίως ἀρέσκειν τῆι βου[λ]ῆι κριτάς, οἳ ἂν ἐκ τούτου τοῦ [δόγματος]\nλάχωσιν, καθ’ὃ ἂν αὐτῶν ἑκάστωι δόξηι, ἀναφανδὸν ο\nἀποφαίνεσθαι, καί, ὃ ἂν οἱ πλείους ἀποφήνωνται, ἐᾶν.","claims":[{"subject":"σ","relation":"supplied","reason":"omitted","line":2},{"subject":"λ","relation":"supplied","reason":"omitted","line":5},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":8},{"subject":"ω","relation":"supplied","reason":"omitted","line":12},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":16},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":17},{"subject":"σ","relation":"supplied","reason":"omitted","line":17},{"subject":"τ","relation":"supplied","reason":"omitted","line":17},{"subject":"σ","relation":"supplied","reason":"omitted","line":20},{"subject":"ήμ","relation":"supplied","reason":"omitted","line":20},{"subject":"ύ","relation":"supplied","reason":"lost","line":26},{"subject":"ἑ","relation":"supplied","reason":"omitted","line":28},{"subject":"ὁ","relation":"supplied","reason":"lost","line":29},{"subject":"Ῥ","relation":"supplied","reason":"lost","line":29},{"subject":"τ","relation":"supplied","reason":"omitted","line":29},{"subject":"εὶ","relation":"supplied","reason":"omitted","line":33},{"subject":"τ","relation":"supplied","reason":"omitted","line":34},{"subject":"τ","relation":"supplied","reason":"omitted","line":34},{"subject":"α","relation":"supplied","reason":"omitted","line":45},{"subject":"ι","relation":"supplied","reason":"lost","line":49},{"subject":"τ","relation":"supplied","reason":"lost","line":49},{"subject":"σ","relation":"supplied","reason":"omitted","line":57},{"subject":"ο","relation":"supplied","reason":"lost","line":58},{"subject":"του","relation":"supplied","reason":"omitted","line":58},{"subject":"ἢ","relation":"supplied","reason":"omitted","line":58},{"subject":"ε","relation":"supplied","reason":"omitted","line":64},{"subject":"αὶ","relation":"supplied","reason":"lost","line":66},{"subject":"ε","relation":"supplied","reason":"omitted","line":69},{"subject":"ξ","relation":"supplied","reason":"omitted","line":70},{"subject":"σ","relation":"supplied","reason":"omitted","line":81},{"subject":"τ","relation":"supplied","reason":"omitted","line":82},{"subject":"λ","relation":"supplied","reason":"omitted","line":95},{"subject":"ε","relation":"supplied","reason":"omitted","line":96},{"subject":"ά","relation":"supplied","reason":"lost","line":100},{"subject":"κλ","relation":"supplied","reason":"lost","line":101},{"subject":"ς","relation":"supplied","reason":"omitted","line":102},{"subject":"ν","relation":"supplied","reason":"lost","line":102},{"subject":"ἢ","relation":"supplied","reason":"lost","line":108},{"subject":"α","relation":"supplied","reason":"omitted","line":108},{"subject":"γ","relation":"supplied","reason":"lost","line":109},{"subject":"ω","relation":"supplied","reason":"lost","line":110},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":112},{"subject":"ἄ","relation":"supplied","reason":"omitted","line":118},{"subject":"π","relation":"supplied","reason":"omitted","line":119},{"subject":"ε","relation":"supplied","reason":"omitted","line":127},{"subject":"ί","relation":"supplied","reason":"omitted","line":132},{"subject":"λ","relation":"supplied","reason":"omitted","line":139},{"subject":"ξ","relation":"supplied","reason":"omitted","line":140},{"subject":"δ","relation":"supplied","reason":"omitted","line":141},{"subject":"λ","relation":"supplied","reason":"omitted","line":142},{"subject":"δόγματος","relation":"supplied","reason":"omitted","line":142},{"relation":"apparatus_note","line":"2","note":"τεσ⟨σ⟩ερασκαιδέκατον — The cutter omitted one Σ; supplied. The fourteenth imperatorial acclamation, with the seventeenth tribunician year, dates Edicts I–IV to 7–6 BC."},{"relation":"apparatus_note","line":"5","note":"ἡ⟨λ⟩ικίας — The cutter omitted Λ; supplied by the editors. The Cyrene stone is unusually full of such single-letter slips."},{"relation":"apparatus_note","line":"8","note":"ἀπω⟨δ⟩ύραντο — The cutter omitted Δ; supplied."},{"relation":"apparatus_note","line":"27","note":"{αν} — The particle ἄν is cut twice; the surplus second instance is bracketed for deletion — a cutter's dittography."},{"relation":"apparatus_note","line":"54","note":"κωλύω — The IRCyr XML carries a spurious supplied Π here (κω[π]λύω); the word is κωλύω, as de Visscher reads. Corrected in this edition."},{"relation":"apparatus_note","line":"58","note":"Ἑλλήνων — The word — present in de Visscher's text and required by the sense (‘within the body of the Greeks’) — is accidentally empty in the IRCyr XML; restored here."},{"relation":"apparatus_note","line":"73","note":"ιθ — The nineteenth tribunician year (ιθ´, with a supraline on the stone) dates Edict V and the senatus consultum to 4 BC. The Greek numeral is left unwrapped (see the build system's Greek-capacity note)."},{"relation":"apparatus_note","line":"91","note":"(erasure) — Two letter-groups (ξε, τη) were cut and then erased in antiquity before ἀπαιτήσεως — a false start; omitted from the reading text."},{"relation":"apparatus_note","line":"104","note":"ἀκουσθῶσιν, ὅπως — Word order follows IRCyr (ἐπιφέρουσιν, ἀκουσθῶσιν, ὅπως ἄρχων); de Visscher prints ἐπιφέρουσιν ὅπως ἀκουσθῶσιν, ἄρχων. The sense — that the charges may receive a hearing — is unaffected."},{"relation":"apparatus_note","line":"129","note":"τῇ συνκλήτῳ — So IRCyr (‘not permitted to the Senate’); de Visscher reads τῆς συνκλήτου, ‘by this decree of the Senate’."},{"relation":"apparatus_note","line":"142","note":"⟨δόγματος⟩ — The word is supplied; a blank space of c. 25 letters follows on the stone."}],"translation":"The Cyrene Edicts of Augustus — translation Protocol (ll. 1–3) Emperor Caesar Augustus, pontifex maximus, holding the tribunician power for the seventeenth time, acclaimed imperator for the fourteenth time, proclaims: The finding and the remedy (ll. 4–21) Since I find that in the province about Cyrene there are, of Roman citizens of every age, 215 in all who have a property assessment of 2,500 denarii or more — the men from whom the jurors are drawn — and that among these very men there are certain cliques; and since the embassies from the cities of the province have lamented that these cliques bear hard upon the Greeks in capital trials, the same men by turns accusing and bearing witness for one another; and since I myself have come to know that some innocent men have in this way been borne down and brought to the extreme penalty: until the Senate takes counsel on this matter, or I myself find some better course, it seems to me that those who shall govern the province of Crete and Cyrene will act well and fittingly if they set up, in the province about Cyrene, an equal number of Greek jurors, drawn from the highest property-classes, as of Romans — none younger than twenty-five years, neither Roman nor Greek, and none holding an assessment and estate of less than 7,500 denarii, if there is a supply of such men; or, if in this way the number of jurors that ought to be empanelled cannot be filled, let them empanel as jurors, for the capital trials of Greeks, men holding half, and not less than half, of that assessment. The conduct of the trial (ll. 22–33) And if a Greek is on trial, let him be given, on the day before the accuser begins to speak, the power to decide whether he wishes all his jurors to be Romans, or half of them Greeks. If he chooses the half-Greek jury, then, when the balls have been weighed and the names inscribed upon them, let the names of the Romans be drawn from one urn and those of the Greeks from the other, until twenty-five of each class are made up; of these the prosecutor may, if he wishes, reject one of each class, and the defendant three out of all, provided that he rejects neither all the Romans nor all the Greeks. Then let all the rest be released to the casting of votes, and let them vote separately — the Romans casting their ballot into one box, the Greeks into another; and then, when the counting of the votes from each side has been done separately, let the governor pronounce in public whatever the majority of them all decide. Accusers in cases of a Greek's murder (ll. 34–40) And since, for the most part, the kinsmen of those unjustly killed do not let their deaths go unavenged, and since it is likely that Greek accusers will not fail the guilty — men to exact justice on behalf of slain kinsmen or fellow-citizens — it seems to me right and fitting that whoever shall govern Crete and Cyrene should not, in the province about Cyrene, admit a Roman as the accuser of a Greek for the killing of a Greek man or woman, unless some person honoured with Roman citizenship is pleading over the death of one of his own kinsmen or fellow-citizens. Additional verbatim inscription text (formula-dossier case study) (ll. 41–41) Line-by-line translation is handled in the Cyrene Edicts case study; this reader keeps the preserved clauses and historical commentary grouped by edict. Protocol and the case of Sextius Scaeva (ll. 40–51) Emperor Caesar Augustus, pontifex maximus, holding the tribunician power for the seventeenth time, proclaims: Envy and blame ought not to fall upon Publius Sextius Scaeva because he took care that Aulus Stlaccius Maximus, son of Lucius, Lucius Stlaccius Macedo, son of Lucius, and Publius Lacutanius Phileros, freedman of Publius, were sent to me under guard from the province of Cyrene — since these men declared that they knew, and wished to tell, something that bore upon my safety and the public interest. For in this Sextius acted as was fitting and with care. But since they know nothing of what concerns me and the public interest, and have made plain to me that they had invented this and lied about it in the province, I free them from custody and dismiss them. The ruling on Stlaccius Maximus (ll. 52–55) But Aulus Stlaccius Maximus, whom the envoys of the Cyrenaeans accuse of having taken statues from public places — among them the one on whose base the city had inscribed my name — him I forbid to depart without my order, until I reach a decision on this matter. Citizenship, liturgy and the limits of immunity (ll. 55–62) Emperor Caesar Augustus, pontifex maximus, holding the tribunician power for the seventeenth time, proclaims: If any persons from the province of Cyrene have been honoured with citizenship, I nonetheless command them to perform the liturgies, in their proper turn, within the body of the Greeks — except those to whom, by a law or a decree of the Senate, or by my father's ruling or my own, exemption from tribute has been given together with the citizenship. And it is my pleasure that these same men, to whom exemption from tribute has been given, be free of dues in respect of the property they then held; but that upon everything acquired afterwards they pay the dues that fall due. Greek jurors, and the bar on home-city jurors (ll. 62–71) Emperor Caesar Augustus, pontifex maximus, holding the tribunician power for the seventeenth time, proclaims: Whatever disputes arise between Greeks in the province of Cyrene — those liable to a capital charge excepted, in which whoever holds the province must himself examine and decide, or furnish a panel of jurors — for all other matters it is my pleasure that Greek jurors be assigned, unless the one from whom recovery is sought, or the man under investigation, wishes to have Roman citizens as jurors. But among those to whom, by this my edict, Greek jurors shall be assigned, it is my pleasure that no juror be appointed from that city from which the plaintiff or accuser comes, nor from that from which comes the one from whom recovery is sought or the man under investigation. The covering edict (ll. 72–82) Emperor Caesar Augustus, pontifex maximus, holding the tribunician power for the nineteenth time, proclaims: The decree of the Senate passed in the consulship of Gaius Calvisius and Lucius Passienus, ratified while I was present and joined in subscribing it, which bears upon the security of the allies of the People of Rome — that it may be known to all for whom we take thought — I have resolved to send into the provinces and to append to my own edict, so that from it it shall be clear to all who dwell in the provinces how great a care both I and the Senate take that none of those subject to us should suffer anything contrary to what is due, or have anything exacted from him unduly. Heading, the consuls' relatio, and the rationale (ll. 83–91) Decree of the Senate. Whereas Gaius Calvisius Sabinus and Lucius Passienus Rufus, the consuls, made a statement — ‘Concerning the matters which Emperor Caesar Augustus, our leader, in accordance with the resolution of the advisory council that he obtained by lot from the Senate, wished to be brought through us before the Senate, matters bearing upon the security of the allies of the People of Rome’ — the Senate decreed as follows: Whereas our forefathers established by law the suits for the recovery of money, that the allies might the more easily prosecute whatever wrongs they have suffered and recover the moneys taken from them... The petition, the magistrate and the advocate (ll. 92–104) ...and whereas the nature of such trials is at times most heavy and most vexatious for the very men for whose sake the law was written — since impoverished men, and some weak through illness or old age, are dragged as witnesses from far-distant provinces — it is the pleasure of the Senate that, if any of the allies, after this decree of the Senate has been passed, should wish to recover moneys exacted from them publicly or privately, apart from accusing on a capital charge the man who took them, and shall on this account present themselves and lay information before one of the magistrates empowered to convene the Senate, that magistrate shall bring them before the Senate as quickly as possible and shall give them, to speak on their behalf before the Senate, whatever advocate they themselves request; but let no one plead against his will to whom, by the laws, release from this public service has been given. Empanelling the senatorial jury of nine (ll. 105–122) As for the charges they lay before the Senate, that they may be heard: the magistrate who grants them access to the Senate shall, on that same day, with the Senate present so that there be not fewer than two hundred, draw by lot four men from all the consulars who are in Rome itself or within twenty miles of the city; likewise three from all the men of praetorian rank who are in Rome itself or within twenty miles of the city; likewise two from the rest of the senators, or all those allowed to give an opinion in the Senate, who are at that time either at Rome or within twenty miles of the city. But let him draw by lot no man who is seventy years of age or more, or set in a magistracy or office, or president of a court, or curator of the grain-supply, or whom illness hinders from performing this public service — once he has sworn to it before the Senate and furnished three sworn members of the Senate on his behalf — nor anyone joined to him by kinship or close connection such that, by the Julian Law on the courts, he cannot be compelled against his will to testify in a public court, nor anyone whom the man under investigation swears before the Senate to be his enemy; but let him not so reject more than three. When nine men have been allotted in this way, the magistrate who conducted the drawing shall see to it that, within two days, those who pursue the money and the man from whom they pursue it reject jurors in turn, until five are left. Substitution of jurors; the verdict and restitution (ll. 123–134) Whoever of these jurors should die before the case is judged, or some other cause hinder him from judging — his excuse being approved on the oath of five men from the Senate — then the magistrate, in the presence of the jurors and of those who pursue the money and of him from whom they pursue it, shall draw a substitute by lot from those men who are of the same order and have held the same magistracies as the man in whose place the lot is cast; provided that there be not allotted a man whom, in the case of the one under accusation, this decree of the Senate does not allow to be drawn. The jurors thus chosen shall hear and decide only those matters of which a man is accused of having embezzled, publicly or privately; and whatever sum of money the accusers prove to have been carried off from them, privately or publicly, that sum let the jurors order to be repaid — on the condition that the jurors give judgment within thirty days. Exemption of the jurors; the chairman; the open vote (ll. 135–144) Those who must examine and deliver an opinion on these matters shall, until they have judged and declared their opinion, be exempt from every public service save the public rites. And it is the pleasure of the Senate that the magistrate who conducted the allotment of the jurors — or, if he cannot, the senior of the consuls — shall preside over this arbitration, and shall have power to grant the summoning of witnesses who are in Italy: for one pursuing a private claim, not more than five; for those pursuing a public claim, not more than ten. Likewise it is the pleasure of the Senate that the jurors who are allotted under this decree shall declare their opinion openly, as seems good to each; and whatever the majority declare, that shall stand.","integrity":{"base_text_sha256":"3b3b608a2570cf38c1587ec37a59e2794a2b9cbeaade66883342310f88c42aaf","generated_by":"scripts/build_delivery_json.py"}}
